Alcibiades

Plutarch

Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ἀφʼ οὗ γὰρ ἐπετειχίσθη Δεκέλεια καὶ τῶν εἰς Ἐλευσῖνα παρόδων ἐκράτουν οἱ πολέμιοι παρόντες, οὐδένα κόσμον εἶχεν ἡ τελετὴ πεμπομένη κατὰ θάλατταν, ἀλλὰ καὶ θυσίαι καὶ χορεῖαι καὶ πολλὰ τῶν δρωμένων καθʼ ὁδὸν ἱερῶν, ὅταν ἐξελαύνωσι τὸν Ἴακχον, ὑπʼ ἀνάγκης ἐξελείπετο.

καλὸν οὖν ἐφαίνετο τῷ Ἀλκιβιάδῃ καὶ πρὸς θεῶν ὁσιότητα καὶ πρὸς ἀνθρώπων δόξαν ἀποδοῦναι τὸ πάτριον σχῆμα τοῖς ἱεροῖς, παραπέμψαντα πεζῇ τὴν τελετὴν καὶ δορυφορήσαντα παρὰ τοὺς πολεμίους· ἢ γὰρ ἀτρεμήσαντα κομιδῇ κολούσειν καὶ ταπεινώσειν τὸν Ἆγιν, ἢ μάχην ἱερὰν καὶ θεοφιλῆ περὶ τῶν ἁγιωτάτων καὶ μεγίστων ἐν ὄψει τῆς πατρίδος μαχεῖσθαι, καὶ πάντας ἕξειν μάρτυρας τοὺς πολίτας τῆς ἀνδραγαθίας.

ὡς δὲ ταῦτʼ ἔγνω καὶ προεῖπεν Εὐμολπίδαις καὶ Κήρυξι, σκοποὺς μὲν ἐπὶ τῶν ἄκρων ἐκάθισε καὶ προδρόμους τινὰς ἅμʼ ἡμέρᾳ προεξέπεμψεν, ἱερεῖς δὲ καὶ μύστας καὶ μυσταγωγοὺς ἀναλαβὼν καὶ τοῖς ὅπλοις περικαλύψας ἦγεν ἐν κόσμῳ καὶ μετὰ σιωπῆς, θέαμα σεμνὸν καὶ θεοπρεπὲς τὴν στρατηγίαν ἐκείνην ἐπιδεικνύμενος, ὑπὸ τῶν μὴ φθονούντων ἱεροφαντίαν καὶ μυσταγωγίαν προσαγορευομένην.

μηδενὸς δὲ τῶν πολεμίων ἐπιθέσθαι τολμήσαντος ἀσφαλῶς ἐπαναγαγὼν εἰς τὴν πόλιν, ἤρθη μὲν αὐτὸς τῷ φρονήματι καὶ τὴν στρατιὰν ἐπῆρεν ὡς ἄμαχον καὶ ἀήττητον οὖσαν ἐκείνου στρατηγοῦντος, τοὺς δὲ φορτικοὺς καὶ πένητας οὕτως ἐδημαγώγησεν ὥστʼ ἐρᾶν ἔρωτα θαυμαστὸν ὑπʼ ἐκείνου τυραννεῖσθαι, καὶ λέγειν ἐνίους καὶ προσιέναι παρακελευομένους ὅπως τοῦ φθόνου κρείττων γενόμενος καὶ καταβαλὼν ψηφίσματα καὶ νόμους καὶ φλυάρους ἀπολλύντας τὴν πόλιν ὡς ἂν πράξῃ καὶ χρήσηται τοῖς πράγμασι, μὴ δεδιὼς τοὺς συκοφάντας.

αὐτὸς μὲν οὖν ἐκεῖνος ἣν εἶχε διάνοιαν περὶ τῆς τυραννίδος ἄδηλόν ἐστιν· οἱ δὲ δυνατώτατοι τῶν πολιτῶν φοβηθέντες ἐσπούδασαν αὐτὸν ἐκπλεῦσαι τὴν ταχίστην, τά τʼ ἄλλα ψηφισάμενοι καὶ συνάρχοντας οὓς ἐκεῖνος ἠθέλησεν. ἐκπλεύσας δὲ ταῖς ἑκατὸν ναυσὶ καὶ προσβαλὼν Ἄνδρῳ, μάχῃ μὲν ἐκράτησεν αὐτῶν καὶ Λακεδαιμονίων ὅσοι παρῆσαν, οὐχ εἷλε δὲ τὴν πόλιν, ἀλλὰ τοῦτο τῶν καινῶν[*](καινῶν with Bekker, Ma and Cobet: κοινῶν (public).) ἐγκλημάτων πρῶτον ὑπῆρξε κατʼ αὐτοῦ τοῖς ἐχθροῖς.