Alcibiades

Plutarch

Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

οὐ φιλοφρόνως οὖν οὐδʼ εὐμενῶς ἐδόκει προσδεχομένη τὸν Ἀλκιβιάδην ἡ θεὸς παρακαλύπτεσθαι καὶ ἀπελαύνειν ἑαυτῆς. οὐ μὴν ἀλλὰ πάντων γεγονότων τῷ Ἀλκιβιάδῃ κατὰ γνώμην, καὶ πληρουμένων ἑκατὸν τριήρων αἷς αὖθις ἐκπλεῖν ἔμελλε, φιλοτιμία τις οὐκ ἀγεννὴς προσπεσοῦσα κατέσχεν αὐτὸν ἄχρι μυστηρίων.

ἀφʼ οὗ γὰρ ἐπετειχίσθη Δεκέλεια καὶ τῶν εἰς Ἐλευσῖνα παρόδων ἐκράτουν οἱ πολέμιοι παρόντες, οὐδένα κόσμον εἶχεν ἡ τελετὴ πεμπομένη κατὰ θάλατταν, ἀλλὰ καὶ θυσίαι καὶ χορεῖαι καὶ πολλὰ τῶν δρωμένων καθʼ ὁδὸν ἱερῶν, ὅταν ἐξελαύνωσι τὸν Ἴακχον, ὑπʼ ἀνάγκης ἐξελείπετο.

καλὸν οὖν ἐφαίνετο τῷ Ἀλκιβιάδῃ καὶ πρὸς θεῶν ὁσιότητα καὶ πρὸς ἀνθρώπων δόξαν ἀποδοῦναι τὸ πάτριον σχῆμα τοῖς ἱεροῖς, παραπέμψαντα πεζῇ τὴν τελετὴν καὶ δορυφορήσαντα παρὰ τοὺς πολεμίους· ἢ γὰρ ἀτρεμήσαντα κομιδῇ κολούσειν καὶ ταπεινώσειν τὸν Ἆγιν, ἢ μάχην ἱερὰν καὶ θεοφιλῆ περὶ τῶν ἁγιωτάτων καὶ μεγίστων ἐν ὄψει τῆς πατρίδος μαχεῖσθαι, καὶ πάντας ἕξειν μάρτυρας τοὺς πολίτας τῆς ἀνδραγαθίας.

ὡς δὲ ταῦτʼ ἔγνω καὶ προεῖπεν Εὐμολπίδαις καὶ Κήρυξι, σκοποὺς μὲν ἐπὶ τῶν ἄκρων ἐκάθισε καὶ προδρόμους τινὰς ἅμʼ ἡμέρᾳ προεξέπεμψεν, ἱερεῖς δὲ καὶ μύστας καὶ μυσταγωγοὺς ἀναλαβὼν καὶ τοῖς ὅπλοις περικαλύψας ἦγεν ἐν κόσμῳ καὶ μετὰ σιωπῆς, θέαμα σεμνὸν καὶ θεοπρεπὲς τὴν στρατηγίαν ἐκείνην ἐπιδεικνύμενος, ὑπὸ τῶν μὴ φθονούντων ἱεροφαντίαν καὶ μυσταγωγίαν προσαγορευομένην.