Alcibiades

Plutarch

Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

νυκτὸς δʼ ὑποστρέψας αὐτὸς μὲν ἀπέβη μετὰ τῶν ὁπλιτῶν καὶ προσελθὼν τοῖς τείχεσιν ἡσυχίαν ἦγεν, αἱ δὲ νῆες ἐπὶ τὸν λιμένα πλεύσασαι καὶ βιαζόμεναι κραυγῇ τε πολλῇ καὶ θορύβοις καὶ ψόφοις ἅμα μὲν ἐξέπληττον τῷ ἀπροσδοκήτῳ τοὺς Βυζαντίους, ἅμα δὲ τοῖς ἀττικίζουσι παρεῖχον ἐπʼ ἀδείας τὸν Ἀλκιβιάδην δέχεσθαι, πάντων ἐπὶ τὸν λιμένα καὶ τὰς ναῦς βοηθούντων.

οὐ μὴν ἀμαχεὶ προσεχώρησαν· οἱ γὰρ παρόντες ἐν τῷ Βυζαντίῳ Πελοποννήσιοι καὶ Βοιωτοὶ καὶ Μεγαρεῖς τοὺς μὲν ἀπὸ τῶν νεῶν ἐτρέψαντο καὶ καθεῖρξαν εἰς τὰς ναῦς πάλιν, τοὺς δʼ Ἀθηναίους ἔνδον ὄντας αἰσθόμενοι καὶ συντάξαντες ἑαυτοὺς ἐχώρουν ὁμόσε. καρτερᾶς δὲ μάχης γενομένης ἐνίκησεν Ἀλκιβιάδης τὸ δεξιὸν κέρας ἔχων, Θηραμένης δὲ τὸ εὐώνυμον, καὶ τῶν πολεμίων τοὺς περιγενομένους ὅσον τριακοσίους ζῶντας ἔλαβε.

Βυζαντίων δὲ μετὰ τὴν μάχην οὐδεὶς ἀπέθανεν οὐδʼ ἔφυγεν. ἐπὶ τούτοις γὰρ οἱ ἄνδρες παρέδοσαν τὴν πόλιν καὶ ταῦτα συνέθεντο, μηδὲν αὑτοῖς ἴδιον ὑπεξελόμενοι. διὸ καὶ δίκην προδοσίας ἐν Λακεδαίμονι φεύγων ὁ Ἀναξίλαος ἐφάνη τῷ λόγῳ τὸ ἔργον οὐκ αἰσχύνων. ἔφη γὰρ οὐκ ὢν Λακεδαιμόνιος, ἀλλὰ Βυζάντιος, οὐδὲ τὴν Σπάρτην κινδυνεύουσαν, ἀλλὰ τὸ Βυζάντιον ὁρῶν, τῆς μὲν πόλεως ἀποτετειχισμένης, μηδενὸς δʼ εἰσαγομένου,