Alcibiades

Plutarch

Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ἀποτειχιζομένης δὲ τῆς Χαλκηδόνος ἐκ θαλάττης εἰς θάλατταν, ὁ Φαρνάβαζος ἧκεν ὡς λύσων τὴν πολιορκίαν, καὶ Ἱπποκράτης ὁ ἁρμοστὴς ἐκ τῆς πόλεως ἐξαγαγὼν τὴν σὺν αὑτῷ δύναμιν ἐπεχείρει τοῖς Ἀθηναίοις. ὁ δʼ Ἀλκιβιάδης ἅμα πρὸς ἀμφοτέρους ἀντιτάξας τὸ στράτευμα, τὸν μὲν Φαρνάβαζον αἰσχρῶς φεύγειν ἠνάγκασε, τὸν δʼ Ἱπποκράτη διέφθειρε καὶ συχνοὺς τῶν περὶ αὐτὸν ἡττηθέντας.

εἶτʼ αὐτὸς μὲν ἐκπλεύσας εἰς τὸν Ἑλλήσποντον ἠργυρολόγει καὶ Σηλυβρίαν εἷλεν, ἀφειδήσας ἑαυτοῦ παρὰ τὸν καιρόν. οἱ γὰρ ἐνδιδόντες τὴν πόλιν συνέθεντο μὲν ἀνασχήσειν πυρσὸν αὐτῷ μεσούσης νυκτός, ἠναγκάσθησαν δὲ τοῦτο ποιῆσαι πρὸ τοῦ καιροῦ, τῶν συνωμοτῶν τινα φοβηθέντες ἐξαίφνης μεταβαλόμενον. ἀρθέντος οὖν τοῦ πυρσοῦ μηδέπω τῆς στρατιᾶς οὔσης ἑτοίμης, ἀναλαβὼν ὅσον τριάκοντα περὶ αὑτὸν ἐπείγετο δρόμῳ πρὸς τὰ τείχη, τοὺς ἄλλους ἕπεσθαι κατὰ τάχος κελεύσας.

ἀνοιχθείσης δὲ τῆς πύλης αὐτῷ καὶ προσγενομένων τοῖς τριάκοντα πελταστῶν εἴκοσι παρεισπεσὼν εὐθὺς ᾔσθετο τοὺς Σηλυβριανοὺς ἐξ ἐναντίας μετὰ τῶν ὅπλων ἐπιφερομένους. ἐπεὶ δʼ ὑποστάντι μὲν οὐκ ἐφαίνετο σωτηρία, πρὸς δὲ τὸ φυγεῖν, ἀήττητος ἄχρι τῆς ἡμέρας ἐκείνης ἐν ταῖς στρατηγίαις γεγονώς, φιλονεικότερον εἶχε, τῇ σάλπιγγι σημήνας σιωπὴν ἐκέλευσεν ἕνα τῶν παρόντων ἀνειπεῖν Σηλυβριανοῖς Ἀθηναίους ἐναντία ὅπλα μὴ τίθεσθαι.

τοῦτο τὸ κήρυγμα τοὺς μὲν ἀμβλυτέρους ἐποίησε πρὸς τὴν μάχην, ὡς τῶν πολεμίων ἔνδον ὄντων ἁπάντων, οἱ δὲ ταῖς ἐλπίσιν ἡδίους ἐγένοντο πρὸς τὰς διαλύσεις. ἐν ᾧ δὲ συστάντες ἀλλήλοις ἐδίδοσαν λόγον, ἐπῆλθεν ἡ στρατιὰ τῷ Ἀλκιβιάδῃ, καὶ τεκμαιρόμενος, ὅπερ ἦν, εἰρηνικὰ φρονεῖν τοὺς Σηλυβριανούς, ἔδεισε μὴ τὴν πόλιν οἱ Θρᾷκες διαρπάσωσιν.

ἦσαν δὲ πολλοί, χάριτι τοῦ Ἀλκιβιάδου καὶ διʼ εὔνοιαν στρατευόμενοι προθύμως. ἀπέπεμψεν οὖν τούτους ἅπαντας ἐκ τῆς πόλεως, τοὺς δὲ Σηλυβριανοὺς δεηθέντας οὐδὲν ἠδίκησεν, ἀλλὰ χρήματα λαβὼν καὶ φρουρὰν ἐγκαταστήσας ἀπῆλθεν.