Alcibiades

Plutarch

Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

οὕτω δʼ ἐπήρθησαν οἱ μετὰ τοῦ Ἀλκιβιάδου στρατευσάμενοι καὶ τοσοῦτον ἐφρόνησαν ὥστʼ ἀπαξιοῦν ἔτι τοῖς ἄλλοις καταμιγνύναι στρατιώταις ἑαυτοὺς πολλάκις ἡττημένοις ἀηττήτους ὄντας. καὶ γὰρ οὐ πολλῷ πρότερον συνεβεβήκει πταίσαντος περὶ Ἔφεσον τοῦ Θρασύλλου τὸ χαλκοῦν ἀνεστάναι τρόπαιον ὑπὸ τῶν Ἐφεσίων ἐπʼ αἰσχύνῃ τῶν Ἀθηναίων.

ταῦτʼ οὖν ὠνείδιζον οἱ μετὰ τοῦ Ἀλκιβιάδου τοῖς μετὰ τοῦ Θρασύλλου, μεγαλύνοντες αὑτοὺς καὶ τὸν στρατηγόν, ἐκείνοις δὲ μήτε γυμνασίων μήτε χώρας ἐν στρατοπέδῳ κοινωνεῖν ἐθέλοντες. ἐπεὶ δὲ Φαρνάβαζος ἱππέας τε πολλοὺς ἔχων καὶ πεζοὺς ἐπῆλθεν αὐτοῖς ἐμβεβληκόσιν εἰς τὴν Ἀβυδηνῶν, ὁ δʼ Ἀλκιβιάδης ἐκβοηθήσας ἐπʼ αὐτὸν ἐτρέψατο καὶ κατεδίωξεν ἄχρι σκότους μετὰ τοῦ Θρασύλλου, καὶ ἀνεμίγνυντο καὶ κοινῇ φιλοφρονούμενοι καὶ χαίροντες ἐπανῄεσαν εἰς τὸ στρατόπεδον.

τῇ δʼ ὑστεραίᾳ στήσας τρόπαιον ἐλεηλάτει τὴν Φαρναβάζου χώραν οὐδενὸς ἀμύνεσθαι τολμῶντος. ἱερεῖς μέντοι καὶ ἱερείας ἔλαβε μέν, ἀλλʼ ἀφῆκεν ἄνευ λύτρων. Χαλκηδονίοις δʼ ἀφεστῶσι καὶ δεδεγμένοις φρουρὰν καὶ ἁρμοστὴν Λακεδαιμονίων ὡρμημένος πολεμεῖν, ἀκούσας δʼ ὅτι τὴν λείαν πᾶσαν ἐκ τῆς χώρας συναγαγόντες εἰς Βιθυνοὺς ὑπεκτίθενται[*](ὑπεjτίθενται with Ma and Cobet: ἐκτίθενται.) φίλους ὄντας, ἧκεν ἐπὶ τοὺς ὅρους ἄγων τὸ στράτευμα, καὶ κήρυκα προπέμψας ἐνεκάλει τοῖς Βιθυνοῖς. οἱ δὲ δείσαντες τήν τε λείαν ἀπέδοσαν αὐτῷ καὶ φιλίαν ὡμολόγησαν.