Alcibiades

Plutarch

Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ὁ δʼ Ἀλκιβιάδης εἴκοσι ταῖς ἀρίσταις διεκπλεύσας καὶ προσβαλὼν τῇ γῇ καὶ ἀποβάς, ἐνέκειτο τοῖς φεύγουσιν ἐκ τῶν νεῶν καὶ πολλοὺς ἔφθειρε· Μινδάρου δὲ καὶ Φαρναβάζου προσβοηθούντων κρατήσας, τὸν μὲν Μίνδαρον ἀνεῖλεν ἐρρωμένως ἀγωνιζόμενον, ὁ δὲ Φαρνάβαζος ἔφυγε.

πολλῶν δὲ καὶ νεκρῶν καὶ ὅπλων κρατήσαντες τάς τε ναῦς ἁπάσας ἔλαβον, χειρωσάμενοι δὲ καὶ Κύζικον, ἐκλιπόντος τοῦ Φαρναβάζου καὶ τῶν Πελοποννησίων διαφθαρέντων, οὐ μόνον τὸν Ἑλλήσποντον εἶχον βεβαίως, ἀλλὰ καὶ τῆς ἄλλης θαλάττης ἐξήλασαν κατὰ κράτος τοὺς Λακεδαιμονίους. ἑάλω δὲ καὶ γράμματα λακωνικῶς φράζοντα τοῖς Ἐφόροις τὴν γεγενημένην ἀτυχίαν· ἔρρει τὰ κᾶλα· Μίνδαρος ἀπεσσούα· πεινῶντι τὦνδρες· ἀπορίομες τί χρὴ δρᾶν.

οὕτω δʼ ἐπήρθησαν οἱ μετὰ τοῦ Ἀλκιβιάδου στρατευσάμενοι καὶ τοσοῦτον ἐφρόνησαν ὥστʼ ἀπαξιοῦν ἔτι τοῖς ἄλλοις καταμιγνύναι στρατιώταις ἑαυτοὺς πολλάκις ἡττημένοις ἀηττήτους ὄντας. καὶ γὰρ οὐ πολλῷ πρότερον συνεβεβήκει πταίσαντος περὶ Ἔφεσον τοῦ Θρασύλλου τὸ χαλκοῦν ἀνεστάναι τρόπαιον ὑπὸ τῶν Ἐφεσίων ἐπʼ αἰσχύνῃ τῶν Ἀθηναίων.