Alcibiades

Plutarch

Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ἐκ τούτου κατελύθησαν μὲν οἱ τετρακόσιοι, τῶν Ἀλκιβιάδου φίλων προθύμως συλλαμβανομένων τοῖς τὰ δήμου φρονοῦσι· βουλομένων δὲ τῶν ἐν ἄστει καὶ κελευόντων κατιέναι τὸν Ἀλκιβιάδην αὐτὸς ᾤετο δεῖν μὴ κεναῖς χερσὶ μηδὲ ἀπράκτοις, οἴκτῳ καὶ χάριτι τῶν πολλῶν, ἀλλʼ ἐνδόξως κατελθεῖν. διὸ πρῶτον μὲν ὀλίγαις ναυσὶν ἐκ Σάμου περιέπλει τὴν Κνιδίων καὶ Κῴων θάλασσαν·

ἐκεῖ δʼ ἀκούσας Μίνδαρον τὸν Σπαρτιάτην εἰς Ἑλλήσποντον ἀναπλεῖν τῷ στόλῳ παντὶ καὶ τοὺς Ἀθηναίους ἐπακολουθεῖν, ἠπείγετο βοηθῆσαι τοῖς στρατηγοῖς. καὶ κατὰ τύχην εἰς τοῦτο καιροῦ συνήνυσε πλέων ὀκτωκαίδεκα τριήρεσιν, ἐν ᾧ πάσαις ὁμοῦ ταῖς ναυσὶ συμπεσόντες εἰς τὸ αὐτὸ καὶ διαναυμαχοῦντες περὶ Ἄβυδον ἀμφότεροι τοῖς μὲν ἡττώμενοι μέρεσι, τοῖς δὲ νικῶντες ἄχρι δείλης ἀγῶνι μεγάλῳ συνείχοντο.

καὶ παρέσχε μὲν ἐναντίαν δόξαν ἀμφοτέροις ἐπιφανείς, ὥστε θαρρεῖν μὲν τοὺς πολεμίους, θορυβεῖσθαι δὲ τοὺς Ἀθηναίους. ταχὺ δὲ σημεῖον ἄρας ἀπὸ τῆς ναυαρχίδος φίλιον ὥρμησεν εὐθὺς ἐπὶ τοὺς κρατοῦντας καὶ διώκοντας τῶν Πελοποννησίων. τρεψάμενος δʼ αὐτοὺς ἐξέωσεν εἰς τὴν γῆν, καὶ προσκείμενος ἔκοπτε τὰς ναῦς καὶ συνετίτρωσκε, τῶν ἀνδρῶν ἐκνεόντων καὶ Φαρνμβάζου πεζῇ προσβοηθοῦντος αὐτοῖς καὶ μαχομένου παρὰ τὴν θάλατταν ὑπὲρ τῶν νεῶν.

τέλος δὲ τῶν μὲν πολεμίων τριάκοντα λαβόντες, ἀνασώσαντες δὲ τὰς αὑτῶν, τρόπαιον ἔστησαν.

οὕτω δὲ λαμπρᾷ χρησάμενος εὐτυχίᾳ, καὶ φιλοτιμούμενος εὐθὺς ἐγκαλλωπίσασθαι τῷ Τισαφέρνῃ, ξένια καὶ δῶρα παρασκευασάμενος καὶ θεραπείαν ἔχων ἡγεμονικὴν ἐπορεύετο πρὸς αὐτόν.

οὐ μὴν ἔτυχεν ὧν προσεδόκησεν, ἀλλὰ πάλαι κακῶς ἀκούων ὁ Τισαφέρνης ὑπὸ τῶν Λακεδαιμονίων, καὶ φοβούμενος αἰτίαν λαβεῖν ἐκ βασιλέως, ἔδοξεν ἐν καιρῷ τὸν Ἀλκιβιάδην ἀφῖχθαι, καὶ συλλαβὼν αὐτὸν εἷρξεν ἐν Ξάρδεσιν ὡς λύσιν ἐκείνης τῆς διαβολῆς τὴν ἀδικίαν ταύτην ἐσομένην.