Alcibiades

Plutarch

Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ἐλελήθει δʼ ἄρα προδότης προδότῃ διαλεγόμενος. τὸν γὰρ Τισαφέρνην ἐκπεπληγμένος ὁ Ἀστύοχος, καὶ τὸν Ἀλκιβιάδην ὁρῶν παρʼ αὐτῷ μέγαν ὄντα, κατεμήνυσε τὰ τοῦ Φρυνίχου πρὸς αὐτούς. ὁ δʼ Ἀλκιβιάδης εὐθὺς εἰς Σάμον ἔπεμψε τοὺς τοῦ Φρυνίχου κατηγορήσοντας. ἀγανακτούντων δὲ πάντων καὶ συνισταμένων ἐπὶ τὸν Φρύνιχον, οὐχ ὁρῶν ἑτέραν διαφυγὴν ἐκ τῶν παρόντων ἐπεχείρησεν ἰάσασθαι μείζονι κακῷ τὸ κακόν.

αὖθις γὰρ ἔπεμψε πρὸς τὸν Ἀστύοχον, ἐγκαλῶν μὲν ὑπὲρ τῆς μηνύσεως, ἐπαγγελλόμενος δὲ τὰς ναῦς καὶ τὸ στρατόπεδον τῶν Ἀθηναίων ὑποχείριον αὐτῷ παρέξειν.

οὐ μὴν ἔβλαψέ γε τοὺς Ἀθηναίους ἡ τοῦ Φρυνίχου προδοσία διὰ τὴν Ἀστυόχου παλιμπροδοσίαν. καὶ γὰρ ταῦτα κατεῖπε τοῦ Φρυνίχου πρὸς τοὺς περὶ τὸν Ἀλκιβιάδην.

ὁ δὲ Φρύνιχος προαισθόμενος καὶ προσδεχόμενος δευτέραν κατηγορίαν παρὰ τοῦ Ἀλκιβιάδου, φθάσας αὐτὸς προεῖπε τοῖς Ἀθηναίοις ὅτι μέλλουσιν ἐπιπλεῖν οἱ πολέμιοι, καὶ παρῄνεσε πρὸς ταῖς ναυσὶν εἶναι καὶ περιτειχίσαι τὸ στρατόπεδον.