Alcibiades

Plutarch

Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

μετὰ δὲ τὴν ἐν Σικελίᾳ τῶν Ἀθηναίων δυστυχίαν ἐπρέσβευσαν εἰς Σπάρτην ἅμα Χῖοι καὶ Λέσβιοι καὶ Κυζικηνοὶ περὶ ἀποστάσεως. πραττόντων δὲ Βοιωτῶν μὲν Λεσβίοις, Φαρναβάζου δὲ Κυζικηνοῖς, Ἀλκιβιάδῃ πεισθέντες εἵλοντο Χίοις πρὸ πάντων βοηθεῖν. ἐκπλεύσας δὲ καὶ αὐτὸς ἀπέστησεν ὀλίγου δεῖν ἅπασαν Ἰωνίαν, καὶ πολλὰ συνὼν τοῖς τῶν Λακεδαιμονίων στρατηγοῖς ἔβλαπτε τοὺς Ἀθηναίους.

ὁ δʼ Ἆγις ἐχθρὸς μὲν ὑπῆρχεν αὐτῷ διὰ τὴν γυναῖκα κακῶς πεπονθώς, ἤχθετο δὲ καὶ τῇ δόξῃ· τὰ γὰρ πλεῖστα γίνεσθαι καὶ προχωρεῖν διʼ Ἀλκιβιάδην λόγος ἦν· τῶν δʼ ἄλλων Σπαρτιατῶν οἱ δυνατώτατοι καὶ φιλοτιμότατοι τὸν Ἀλκιβιάδην ἤδη ἐβαρύνοντο διὰ φθόνον. ἴσχυσαν οὖν καὶ διεπράξαντο τοὺς οἴκοθεν ἄρχοντας ἐπιστεῖλαι πρὸς Ἰωνίαν ὅπως ἀποκτείνωσιν αὐτόν.

ὁ δʼ ἡσυχῆ προγνοὺς καὶ φοβηθεὶς τῶν μὲν πράξεων πασῶν ἐκοινώνει τοῖς Λακεδαιμονίοις, τὸ δʼ εἰς χεῖρας ἰέναι παντάπασιν ἔφευγε, Τισαφέρνῃ δέ, τῷ βασιλέως σατράπῃ, δοὺς ἑαυτὸν ὑπὲρ ἀσφαλείας εὐθὺς ἦν παρʼ αὐτῷ πρῶτος καὶ μέγιστος.

τὸ μὲν γὰρ πολύτροπον καὶ περιττὸν αὐτοῦ τῆς δεινότητος οὐκ ὢν ἁπλοῦς, ἀλλὰ κακοήθης καὶ φιλοπόνηρος, ἐθαύμαζεν ὁ βάρβαρος· ταῖς δὲ καθʼ ἡμέραν ἐν τῷ συσχολάζειν καὶ συνδιαιτᾶσθαι χάρισιν οὐδὲν ἦν ἄτεγκτον ἦθος οὐδὲ φύσις ἀνάλωτος, ἀλλὰ καὶ δεδιόσι καὶ φθονοῦσιν ὅμως τὸ συγγενέσθαι καὶ προσιδεῖν ἐκεῖνον ἡδονήν τινα καὶ φιλοφροσύνην παρεῖχε.