Alcibiades

Plutarch

Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ὁ δὲ τῇ πρὸς ἐκεῖνον ὀργῇ παραπεσὼν οἰκεῖος ἢ φίλος ἢ συνήθης χαλεπωτέροις αὐτοῖς ἐχρήσατο. τοὺς δὲ μηνύσαντας ὁ μὲν Θουκυδίδης ὀνομάσαι παρῆκεν, ἄλλοι δʼ ὀνομάζουσι Διοκλείδαν καὶ Τεῦκρον, ὧν καὶ Φρύνιχός ἐστιν ὁ κωμικὸς ταυτὶ πεποιηκώς·

  1. ὦ φίλταθʼ Ἑρμῆ, καὶ φυλάσσου, μὴ πεσὼν
  2. αὑτὸν παρακρούσῃ καὶ παράσχῃς διαβολὴν
  3. ἑτέρῳ Διοκλείδᾳ βουλομένῳ κακόν τι δρᾶν.
Phrynichus; Kock, Com. Att. Frag. i. p. 385 καί·
  1. φυλάξομαι· Τεύκρῳ γὰρ οὐχὶ βούλομαι
  2. μήνυτρα δοῦναι, τῷ παλαμναίῳ ξένῳ.
Phrynichus; Kock, Com. Att. Frag. i. p. 385.

καίτοι βέβαιον οὐδὲν οὐδʼ ἰσχυρὸν οἱ μηνύοντες ἐδείκνυσαν. εἷς δʼ αὐτῶν ἐρωτώμενος ὅπως τὰ πρόσωπα τῶν Ἑρμοκοπιδῶν γνωρίσειε, καὶ ἀποκρινάμενος ὅτι πρὸς τὴν σελήνην, ἐσφάλη τοῦ παντός, ἕνης καὶ νέας οὔσης ὅτε ταῦτʼ ἐδρᾶτο· ὃ[*](ὃ supplied by Coraës and Sint.2; Bekker supplies καὶ, after Bryan.) θόρυβον μὲν παρέσχε τοῖς νοῦν ἔχουσι, τὸν δῆμον δʼ οὐδὲ τοῦτο μαλακώτερον ἐποίησε πρὸς τὰς διαβολάς, ἀλλʼ ὥσπερ ὥρμησεν ἐξ ἀρχῆς, οὐκ ἐπαύσατο φέρων καὶ ἐμβάλλων εἰς τὸ δεσμωτήριον οὗ τις κατείποι.

τῶν οὖν δεθέντων καὶ φυλαττομένων ἐπὶ κρίσει τότε καὶ Ἀνδοκίδης ἦν ὁ ῥήτωρ, ὃν Ἑλλάνικος ὁ συγγραφεὺς εἰς τοὺς Ὀδυσσέως ἀπογόνους ἀνήγαγεν. ἐδόκει δὲ μισόδημος καὶ ὀλιγαρχικὸς ὁ Ἀνδοκίδης, ὕποπτον δὲ οὐχ ἥκιστα τῆς τῶν Ἑρμῶν περικοπῆς ἐποίησεν ὁ μέγας Ἑρμῆς, ὁ πλησίον αὐτοῦ τῆς οἰκίας ἀνάθημα τῆς Αἰγηΐδος φυλῆς ἱδρυμένος·

ἐν γὰρ ὀλίγοις πάνυ τῶν ἐπιφανῶν μόνος σχεδὸν ἀκέραιος ἔμεινε· διὸ καὶ νῦν Ἀνδοκίδου καλεῖται, καὶ πάντες οὕτως ὀνομάζουσι τῆς ἐπιγραφῆς ἀντιμαρτυρούσης.

συνέβη δὲ τῷ Ἀνδοκίδῃ μάλιστα τῶν τὴν αὐτὴν αἰτίαν ἐχόντων ἐν τῷ δεσμωτηρίῳ γενέσθαι συνήθη καὶ φίλον ἔνδοξον μὲν οὐχ ὁμοίως ἐκείνῳ, συνέσει δὲ καὶ τόλμῃ περιττόν, ὄνομα Τίμαιον.