Alcibiades

Plutarch

Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

οὕτω δὲ τῶν Λακεδαιμονίων ἐκπεσόντων, στρατηγὸς ἀποδειχθεὶς ὁ Ἀλκιβιάδης εὐθὺς Ἀργείους καὶ Μαντινεῖς καὶ Ἠλείους συμμάχους ἐποίησε τοῖς Ἀθηναίοις. καὶ τὸν μὲν τρόπον οὐδεὶς τῆς πράξεως ἐπῄνει, μέγα δʼ ἦν τὸ πεπραγμένον ὑπʼ αὐτοῦ, διαστῆσαι καὶ κραδᾶναι Πελοπόννησον ὀλίγου δεῖν ἅπασαν, καὶ τοσαύτας ἀσπίδας ἐν ἡμέρᾳ μιᾷ περὶ Μαντίνειαν ἀντιτάξαι Λακεδαιμονίοις, καὶ πορρωτάτω τῶν Ἀθηνῶν ἀγῶνα κατασκευάσαι καὶ κίνδυνον αὐτοῖς, ἐν ᾧ μέγα μὲν οὐδὲν ἡ νίκη προσέθηκε κρατήσασιν, εἰ δʼ ἐσφάλησαν, ἔργον ἦν τὴν Λακεδαίμονα περιγενέσθαι.

μετὰ δὲ τὴν μάχην εὐθὺς ἐπέθεντο καταλύειν ἐν Ἄργει τὸν δῆμον οἱ χίλιοι καὶ τὴν πόλιν ὑπήκοον ποιεῖν· Λακεδαιμόνιοι δὲ παραγενόμενοι κατέλυσαν τὴν δημοκρατίαν. αὖθις δὲ τῶν πολλῶν ἐξενεγκαμένων τὰ ὅπλα καὶ κρατησάντων, ἐπελθὼν ὁ Ἀλκιβιάδης τήν τε νίκην ἐβεβαίωσε τῷ δήμῳ, καὶ τὰ μακρὰ τείχη συνέπεισε καθεῖναι καὶ προσμίξαντας τῇ θαλάσσῃ τὴν πόλιν ἐξάψαι παντάπασι τῆς Ἀθηναίων δυνάμεως.

καὶ τέκτονας καὶ λιθουργοὺς ἐκ τῶν Ἀθηνῶν ἐκόμισε καὶ πᾶσαν ἐνεδείκνυτο προθυμίαν, οὐχ ἧττον ἑαυτῷ κτώμενος ἢ τῇ πόλει χάριν καὶ ἰσχύν. ἔπεισε δὲ καὶ Πατρεῖς ὁμοίως τείχεσι μακροῖς συνάψαι τῇ θαλάσσῃ τὴν πόλιν. εἰπόντος δέ τινος τοῖς Πατρεῦσιν ὅτι καταπιοῦνται ὑμᾶς Ἀθηναῖοι· ἴσως, εἶπεν ὁ Ἀλκιβιάδης, κατὰ μικρὸν καὶ κατὰ τοὺς πόδας, Λακεδαιμόνιοι δὲ κατὰ τὴν κεφαλὴν καὶ ἀθρόως.

οὐ μὴν ἀλλὰ καὶ τῆς γῆς συνεβούλευεν ἀντέχεσθαι τοῖς Ἀθηναίοις, καὶ τὸν ἐν Ἀγραύλου προβαλλόμενον ἀεὶ τοῖς ἐφήβοις ὅρκον ἔργῳ βεβαιοῦν. ὀμνύουσι γὰρ ὅροις χρήσασθαι τῆς Ἀττικῆς πυροῖς, κριθαῖς, ἀμπέλοις, ἐλαίαις, οἰκείαν ποιεῖσθαι διδασκόμενοι τὴν ἥμερον καὶ καρποφόρον.