Alcibiades

Plutarch

Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

αἱ δʼ ἱπποτροφίαι περιβόητοι μὲν ἐγένοντο καὶ τῷ πλήθει τῶν ἁρμάτων· ἑπτὰ γὰρ ἄλλος οὐδεὶς καθῆκεν Ὀλυμπίασιν ἰδιώτης οὐδὲ βασιλεύς, μόνος δὲ ἐκεῖνος. καὶ τὸ νικῆσαι δὲ καὶ δεύτερον γενέσθαι καὶ τέταρτον, ὡς Θουκυδίδης φησίν, ὁ δʼ Εὐριπίδης τρίτον, ὑπερβάλλει λαμπρότητι καὶ δόξῃ πᾶσαν τὴν ἐν τούτοις φιλοτιμίαν.

λέγει δʼ ὁ Εὐριπίδης ἐν τῷ ᾄσματι ταῦτα·

  1. σὲ δʼ ἀείσομαι, ὦ Κλεινίου παῖ.
  2. καλὸν ἁ νίκα· κάλλιστον δʼ, ὃ μηδεὶς ἄλλος Ἑλλάνων,
  3. ἅρματι πρῶτα δραμεῖν καὶ δεύτερα καὶ τρίτα,
  4. βῆναί τʼ ἀπονητί, Διὸς στεφθέντα τʼ ἐλαία
  5. κάρυκι βοᾶν[*](Διὸς στεφθέντα τʼ ἐλαίᾳ κάρυκι βοᾶν with Hermann and Bergk (Poet. Lyr. Gr. ii.4 p. 266): δὶς στεφθέντʼ ἐλαίᾳ κάρυκι βοὰν (Bekker, βοᾶν).) παραδοῦναι·
Euripides, an epinician ode.