Comparison of Pericles and Fabius Maximus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

τῆς δὲ πολιτείας μέγα μὲν ἔγκλημα τοῦ Περικλέους ὁ πόλεμος, λέγεται γὰρ ἐπακτὸς ὑπʼ ἐκείνου γενέσθαι Λακεδαιμονίοις ἐρίσαντος μὴ ἐνδοῦναι. δοκῶ δὲ μηδʼ ἂν Φάβιον Μάξιμον ἐνδοῦναί τι Καρχηδονίοις, ἀλλʼ εὐγενῶς ὑποστῆναι τὸν ὑπὲρ τῆς ἡγεμονίας κίνδυνον. ἡ μέντοι πρὸς Μινούκιον ἐπιείκεια τοῦ Φαβίου καὶ πρᾳότης ἐλέγχει τὸν πρὸς Κίμωνα καὶ Θουκυδίδην στασιασμόν, ἄνδρας ἀγαθοὺς καὶ

p.204
ἀριστοκρατικοὺς εἰς φυγὴν ὑπʼ αὐτοῦ καὶ τοὔστρακον ἐκπεσόντας.

ἀλλʼ ἥ γε δύναμις μείζων ἡ τοῦ Περικλέους καὶ τὸ κράτος, ὅθεν οὐδʼ ἄλλον εἴασεν ἐνδυστυχῆσαι τῇ πόλει κακῶς βουλευσάμενον στρατηγόν, ἀλλʼ ἢ μόνος αὐτὸν ἐκφυγὼν Τολμίδης καὶ διωσάμενος βίᾳ προσέπταισε Βοιωτοῖς οἱ δʼ ἄλλοι προσετίθεντο καὶ κατεκοσμοῦντο πάντες εἰς τήν ἐκείνου γνώμην ὑπὸ μεγέθους αὐτοῦ τῆς δυνάμεως.

Φάβιος δὲ τὸ καθʼ αὐτὸν ἀσφαλὴς ὢν καὶ ἀναμάρτητος τῷ πρὸς τὸ κωλύειν ἑτέρους ἀδυνάτῳ φαίνεται λειπόμενος. οὐ γὰρ ἂν τοσαύταις συμφοραῖς ἐχρήσαντο Ῥωμαῖοι Φαβίου παρʼ αὐτοῖς ὅσον Ἀθήνησι Περικλέους δυνηθέντος.

καὶ μὴν τήν γε πρὸς χρήματα μεγαλοφροσύνην ὁ μὲν τῷ μηδὲν λαβεῖν παρὰ τῶν διδόντων, ὁ δὲ τῷ προέσθαι πολλὰ τοῖς δεομένοις ἐπεδείξατο, λυσάμενος τοῖς ἰδίοις χρήμασι τοὺς αἰχμαλώτους.

πλὴν τούτων μὲν οὐ πολὺς ἦν ἀριθμός, ἀλλʼ ὅσον ἓξ τάλαντα· Περικλῆς δʼ οὐκ ἂν ἴσως εἴποι τις ὅσα καὶ παρὰ συμμάχων καὶ βασιλέων ὠφελεῖσθαι καὶ θεραπεύεσθαι παρόν, τῆς δυνάμεως διδούσης, ἀδωρότατον ἑαυτὸν καὶ καθαρώτατον ἐφύλαξεν.

ἔργων γε μὴν μεγέθεσι καὶ ναῶν καὶ κατασκευαῖς οἰκοδομημάτων, ἐξ ὧν ἐκόσμησεν ὁ Περικλῆς τὰς Ἀθήνας, οὐκ ἄξιον ὁμοῦ πάντα τὰ πρὸ τῶν Καισάρων φιλοτιμήματα τῆς Ῥώμης παραβαλεῖν, ἀλλʼ ἔξοχόν τι πρὸς ἐκεῖνα καὶ ἀσύγκριτον ἡ τούτων ἔσχε μεγαλουργία καὶ μεγαλοπρέπεια τὸ πρωτεῖον.