Comparison of Pericles and Fabius Maximus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

καὶ Σάμῳ μὲν ὑπὸ Περικλέους ἁλούσῃ τὴν Τάραντος ἔστι κατάληψιν ἀντιθεῖναι, καὶ νὴ Δίʼ Εὐβοίᾳ τὰς περὶ Καμπανίαν πόλεις· ἐπεὶ αὐτήν γε Καπύην οἱ περὶ Φούλβιον καὶ Ἄππιον ὕπατοι κατέσχον. ἐκ δὲ παρατάξεως Φάβιος οὐ φαίνεται μάχῃ νενικηκώς πλὴν ἀφʼ ἧς τὸν πρότερον εἰσήλασε θρίαμβον, Περικλῆς δʼ ἐννέα τρόπαια κατὰ γῆν καὶ κατὰ θάλατταν ἔστησεν ἀπὸ τῶν πολεμίων.

οὐ μὴν λέγεται τοιαύτη πρᾶξις Περικλέους, οἵαν ἔπραξε Φάβιος Μινούκιον ἐξαρπάσας Ἀννίβου καὶ διασώσας ἐντελὲς στρατόπεδον Ῥωμαίων· καλὸν γὰρ τὸ ἔργον καὶ κοινὸν ἀνδρείας ὁμοῦ καὶ φρονήσεως καὶ χρηστότητος· ὥσπερ αὖ πάλιν οὐδὲ σφάλμα λέγεται Περικλέους οἷον ἐσφάλη Φάβιος διὰ τῶν βοῶν καταστρατηγηθεὶς ὑπʼ Ἀννίβου, λαβὼν μὲν αὐτομάτως καὶ κατὰ τύχην ὑπελθόντα τοῖς στενοῖς τὸν πολέμιον, προέμενος δὲ νυκτὸς λαθόντα καὶ μεθʼ ἡμέραν βιασάμενον καὶ φθάσαντα μέλλοντος καὶ

p.202
κρατή σαντα συλλαβόντος.

εἰ δὲ δεῖ μὴ μόνον χρῆσθαι τοῖς παροῦσιν, ἀλλὰ καὶ τεκμαίρεσθαι περὶ τοῦ μέλλοντος ὀρθῶς τὸν ἀγαθὸν στρατηγόν, Ἀθηναίοις μὲν ὡς Περικλῆς προέγνω καὶ προεῖπεν ἐτελεύτησεν ὁ πόλεμος· πολυπραγμονοῦντες γὰρ ἀπώλεσαν τὴν δύναμιν Ῥωμαῖοι δὲ παρὰ τοὺς Φαβίου λογισμοὺς ἐκπέμψαντες ἐπὶ Καρχηδονίους Σκηπίωνα πάντων ἐκράτησαν, οὐ τύχῃ, σοφίᾳ δὲ τοῦ στρατηγοῦ καὶ ἀνδρείᾳ κατὰ κράτος νικήσαντος τοὺς πολεμίους.

ὥστε τῷ μὲν

paris.1624.191
τὰ πταίσματα τῆς πατρίδος μαρτυρεῖν ὅτι καλῶς ἔγνω, τὸν δὲ ὑπὸ τῶν κατορθωμάτων ἐλέγχεσθαι τοῦ παντὸς ἐσφαλμένον. ἴση δʼ ἁμαρτία στρατηγοῦ κακῷ περιπεσεῖν μὴ προσδοκήσαντα καὶ κατορθώματος καιρὸν ἀπιστίᾳ προέσθαι. μία γὰρ, ὡς ἔοικεν, ἀπειρία καὶ θράσος γεννᾷ καὶ θάρσος ἀφαιρεῖται, ταῦτα περὶ τῶν πολεμικῶν.