Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

χρυσίου δʼ ἦν σπάνις ἐν τῇ πόλει καὶ τῶν ἀρχόντων ὅθεν ἂν πορισθείη σκοπούντων, αἱ γυναῖκες αὐταὶ καθʼ αὑτὰς βουλευσάμεναι τὸν ὄντα χρυσοῦν ἑκάστῃ περὶ τὸ σῶμα κόσμον ἐπέδωκαν εἰς τὸ ἀνάθημα, σταθμῷ χρυσίου γενόμενον ὀκτὼ ταλάντων, καὶ ταύταις μὲν ἡ σύγκλητος ἀποδιδοῦσα τιμὴν πρέπουσαν ἐψηφίσατο μετὰ θάνατον ὥσπερ ἐπὶ τοῖς ἀνδράσι καὶ ταῖς γυναιξὶ λέγεσθαι τὸν ἄξιον ἔπαινον οὐ γὰρ ἦν εἰθισμένον πρότερον ἐγκωμιάζεσθαι γυναῖκα δημοσίᾳ τελευτήσασαν·

ἑλόμενοι δὲ τρεῖς ἄνδρας ἐκ τῶν ἀρίστων θεωρούς καὶ ναῦν μακρὰν εὐανδροῦντι πληρώματι καὶ κόσμῳ πανηγυρικῷ κατασκευάσαντες ἐξέπεμψαν. ἦν δʼ ἄρα καὶ χειμὼν καὶ γαλήνη θαλάσσης ἀργαλέον, ὡς ἐκείνοις συνέτυχε τότε παρʼ οὐδὲν ἐλθόντας ἀπολέσθαι διαφυγεῖν αὖθις ἀπροσδοκήτως τὸν κίνδυνον. ἐπέπλευσαν γὰρ αὐτοῖς Λιπαρέων τριήρεις περὶ τὰς Αἰόλου νήσους τοῦ

p.116
πνεύματος ἐκλιπόντος ὡς λῃσταῖς.

δεομένων δὲ καὶ προϊσχομένων χεῖρας ἐμβολῆς μὲν ἔσχοντο, τὴν δὲ ναῦν ἀναψάμενοι καὶ καταγαγόντες ἀπεκήρυττον, ἅμα καὶ τὰ χρήματα καὶ τὰ σώματα, πειρατικὰ κρίναντες εἶναι. μόλις δʼ ἑνὸς ἀνδρὸς ἀρετῇ καὶ δυνάμει Τιμησιθέου τοῦ στρατηγοῦ πεισθέντες μεθῆκαν. ὁ δὲ καὶ προσκαθελκύσας ἰδίᾳ πλοῖα παρέπεμψε καὶ συγκαθιέρωσε τὸ ἀνάθημα· διʼ ὃ καὶ τιμὰς ἔσχεν, ἃς εἰκὸς ἦν, ἐν Ῥώμῃ.

τῶν δὲ δημάρχων αὖθις ἐπεγειρόντων τὸν περὶ τοῦ διοικισμοῦ νόμον, ὁ πρὸς Φαλίσκους πόλεμος ἐν καιρῷ παραφανεὶς ἔδωκε τοῖς πρώτοις ἀνδράσιν ἀρχαιρεσιάσαι κατὰ γνώμην καὶ Κάμιλλον ἀποδείξαι μεθʼ ἑτέρων πέντε χιλίαρχον, ὡς τῶν πραγμάτων ἡγεμόνος δεομένων ἀξίωμα καὶ δόξαν μετʼ ἐμπειρίας ἔχοντος.

ψηφισαμένου δὲ τοῦ δήμου λαβὼν δύναμιν ὁ Κάμιλλος εἰς τὴν Φαλίσκων ἐνέβαλε· καὶ πόλιν ἐρυμνὴν κατεσκευασμένην πᾶσιν εἰς πόλεμον καλῶς Φαλερίους ἐπολιόρκει, τὸ μὲν ἑλεῖν οὐ μικρὸν ἔργον οὐδὲ χρόνου τοῦ τυχόντος ἡγούμενος, ἄλλως δὲ τρίβειν τοὺς πολίτας καὶ περισπᾶν βουλόμενος, ὡς μὴ σχολάζοιεν οἴκοι καθήμενοι δημαγωγεῖσθαι καὶ στασιάζειν. ἐπιεικῶς γὰρ ἀεὶ φαρμάκῳ τούτῳ χρώμενοι διετέλουν, ὥσπερ ἰατροὶ, τὰ ταρακτικὰ πάθη τῆς πολιτείας ἔξω τρέποντες.

οὕτως δὲ τῆς πολιορκίας κατεφρόνουν οἱ

p.118
Φαλέριοι τῷ πανταχόθεν ἐξωχυρῶσθαι πιστεύοντες, ὥστε πλὴν τῶν τὰ τείχη φυλαττόντων τοὺς ἄλλους ἐν ἱματίοις κατὰ τὴν πόλιν ἀναστρέφεσθαι, τοὺς δὲ παῖδας αὐτῶν εἴς τε τὰ διδασκαλεῖα φοιτᾶν καὶ παρὰ τὰ τείχη περιπατήσοντας καὶ γυμνασομένους ὑπὸ τοῦ διδασκάλου καταβιβάζεσθαι. κοινῷ γὰρ ἐχρῶντο τῷ διδασκάλῳ, ὥσπερ Ἕλληνες, οἱ Φαλέριοι, βουλόμενοι
paris.1624.134
συντρέφεσθαι καὶ συναγελάζεσθαι μετʼ