Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

διαπορθήσας δὲ τὴν πόλιν ἔγνω τὸ ἄγαλμα

paris.1624.132
τῆς Ἥρας μεταφέρειν εἰς Ῥώμην, ὥσπερ εὔξατο. καὶ συνελθόντων ἐπὶ τούτῳ τῶν τεχνιτῶν, ὁ μὲν ἔθυε καὶ προσεύχετο τῇ θεῷ δέχεσθαι τὴν προθυμίαν αὐτῶν καὶ εὐμενῆ γενέσθαι σύνοικον τοῖς λαχοῦσι τὴν Ῥώμην θεοῖς, τὸ δʼ ἄγαλμά φασιν ὑποφθεγξάμενον εἰπεῖν. ὅτι καὶ βούλεται καὶ συγκαταινεῖ.

Λίουιος δέ φησιν εὔχεσθαι μὲν τὸν Κάμιλλον ἁπτόμενον τῆς θεοῦ καὶ παρακαλεῖν, ἀποκρίνασθαι δέ τινας τῶν παρόντων, ὅτι καὶ βούλεται καὶ συνακολουθεῖ καὶ συνακολουθεῖ προθύμως. οἱ δʼ ἰσχυριζόμενοι καὶ τῷ παραδόξῳ βοηθοῦντες μεγίστην μὲν ἔχουσι συνήγορον τὴν τύχην τῆς πόλεως, ἣν ἀπὸ μικρᾶς καὶ καταφρονουμένης ἀρχῆς ἐπὶ τοσοῦτον δόξης καὶ δυνάμεως προελθεῖν δίχα θεοῦ πολλαῖς καὶ μεγάλαις ἐπιφανείαις ἑκάστοτε συμπαρόντος ἀμήχανον·

οὐ μὴν ἀλλὰ καὶ συνάγουσιν ὁμοειδῆ τινα, τοῦτο μὲν ἱδρῶτας ἀγαλμάτων πολλάκις ἐκχυθέντας, τοῦτο δὲ στεναγμοὺς ἀκουσθέντας ἀποστροφάς τε δεικνύντες καὶ καταμύσεις ξοάνων, ἃς ἱστορήκασιν οὐκ ὀλίγοι τῶν πρότερον. πολλὰ δὲ καὶ τῶν καθʼ ἡμᾶς ἀκηκοότες ἀνθρώπων λέγειν ἔχομεν ἄξια θαύματος, ὧν

p.110
οὐκ ἄν τις εἰκῇ καταφρονήσειεν.

ἀλλὰ τοῖς τοιούτοις καὶ τὸ πιστεύειν σφόδρα καὶ τὸ λίαν ἀπιστεῖν ἐπισφαλές ἐστι διὰ τὴν ἀνθρωπίνην ἀσθένειαν ὅρον οὐκ ἔχουσαν οὐδὲ κρατοῦσαν αὑτῆς, ἀλλʼ ἐκφερομένην ὅπου μὲν εἰς δεισιδαιμονίαν καὶ τῦφον, ὅπου δʼ εἰς ὀλιγωρίαν τῶν θεῶν καὶ περιφρόνησιν ἡ δʼ εὐλάβεια καὶ τὸ μηδὲν ἄγαν ἄριστον.

ὁ δὲ Κάμιλλος εἴτε μεγέθει τοῦ ἔργου, πόλιν ἀντίπαλον τῆς Ῥώμης ἔτει δεκάτῳ τῆς πολιορκίας καθῃρηκώς, εἴτε ὑπὸ τῶν εὐδαιμονιζόντων αὐτὸν εἰς ὄγκον ἐξαρθεὶς καὶ φρόνημα νομίμου καὶ πολιτικῆς ἀρχῆς ἐπαχθέστερον, τά τε ἄλλα σοβαρῶς ἐθριάμβευσε καί τέθριππον ὑποζευξάμενος λευκόπωλον ἐπέβη καὶ διεξήλασε τῆς Ῥώμης, οὐδενὸς τοῦτο ποιήσαντος ἡγεμόνος πρότερον οὐδʼ ὕστερον, ἱερὸν γὰρ ἡγοῦνται τὸ τοιοῦτον ὄχημα τῷ βασιλεῖ καὶ πατρὶ τῶν θεῶν ἐπιπεφημισμένον.

ἔκ τε δὴ τούτου διεβλήθη πρὸς τοὺς πολίτας οὐκ εἰθισμένους ἐντρυφᾶσθαι, καὶ δευτέραν ἔλαβεν αἰτίαν ἐνιστάμενος νόμῳ διοικίζοντι τήν πόλιν. εἰσηγοῦντο γὰρ οἱ δήμαρχοι τόν τε δῆμον καὶ τήν σύγκλητον ἴσα μέρη δύο νεμηθῆναι, καὶ τοὺς μὲν αὐτόθι κατοικεῖν, τοὺς δὲ κλήρῳ λαχόντας εἰς τήν αἰχμάλωτον μεταστῆναι πόλιν, ὡς εὐπορωτέρων ἐσομένων καὶ δυσὶ μεγάλοις καὶ καλοῖς ἄστεσι τήν τε χώραν ὁμοῦ καὶ τήν ἄλλην εὐδαιμονίαν φυλαξόντων.

ὁ μὲν οὖν δῆμος ἤδη πολὺς γεγονὼς καὶ ἀχρήματος ἄσμενος ἐδέξατο,

p.112
καὶ συνεχὴς ἦν τοῖς περὶ τὸ βῆμα θορύβοις αἰτῶν τήν ψῆφον ἡ δὲ βουλὴ καὶ τῶν ἄλλων οἱ κράτιστοι πολιτῶν οὐ διαίρεσιν, ἀλλʼ ἀναίρεσιν ἡγούμενοι τῆς Ῥώμης πολιτεύεσθαι τοὺς δημάρχους καὶ δυσανασχετοῦντες ἐπὶ τόν Κάμιλλον κατέφυγον.