Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

Ζεῦ μέγιστε καὶ θεοὶ χρηστῶν ἐπίσκοποι καὶ πονηρῶν ἔργων, αὐτοί που σύνιστε Ῥωμαίοις, ὡς οὐ παρὰ δίκην, ἀλλὰ κατʼ ἀνάγκην ἀμυνόμενοι μετερχόμεθα δυσμενῶν ἀνδρῶν καὶ παρανόμων πόλιν. εἰ δʼ ἄρα τις, ἔφη, καὶ ἡμῖν ἀντίστροφος ὀφείλεται τῆς παρούσης νέμεσις εὐπραξίας, εὔχομαι ταύτην ὑπέρ τε πόλεως καὶ στρατοῦ Ῥωμαίων εἰς ἐμαυτὸν ἐλαχίστῳ κακῷ

p.108
τελευτῆσαι.

ταῦτʼ εἰπών, καθάπερ ἐστὶ Ῥωμαίοις ἔθος ἐπευξαμένοις καὶ προσκυνήσασιν ἐπὶ δεξιὰ ἐξελίττειν, ἐσφάλη περιστρεφόμενος, διαταραχθέντων δὲ τῶν παρόντων πάλιν ἀναλαβὼν ἑαυτὸν ἐκ τοῦ πτώματος εἶπεν, ὡς γέγονεν αὐτῷ κατʼ εὐχὴν σφάλμα μικρὸν ἐπʼ εὐτυχίᾳ μεγίστῃ.

διαπορθήσας δὲ τὴν πόλιν ἔγνω τὸ ἄγαλμα

paris.1624.132
τῆς Ἥρας μεταφέρειν εἰς Ῥώμην, ὥσπερ εὔξατο. καὶ συνελθόντων ἐπὶ τούτῳ τῶν τεχνιτῶν, ὁ μὲν ἔθυε καὶ προσεύχετο τῇ θεῷ δέχεσθαι τὴν προθυμίαν αὐτῶν καὶ εὐμενῆ γενέσθαι σύνοικον τοῖς λαχοῦσι τὴν Ῥώμην θεοῖς, τὸ δʼ ἄγαλμά φασιν ὑποφθεγξάμενον εἰπεῖν. ὅτι καὶ βούλεται καὶ συγκαταινεῖ.

Λίουιος δέ φησιν εὔχεσθαι μὲν τὸν Κάμιλλον ἁπτόμενον τῆς θεοῦ καὶ παρακαλεῖν, ἀποκρίνασθαι δέ τινας τῶν παρόντων, ὅτι καὶ βούλεται καὶ συνακολουθεῖ καὶ συνακολουθεῖ προθύμως. οἱ δʼ ἰσχυριζόμενοι καὶ τῷ παραδόξῳ βοηθοῦντες μεγίστην μὲν ἔχουσι συνήγορον τὴν τύχην τῆς πόλεως, ἣν ἀπὸ μικρᾶς καὶ καταφρονουμένης ἀρχῆς ἐπὶ τοσοῦτον δόξης καὶ δυνάμεως προελθεῖν δίχα θεοῦ πολλαῖς καὶ μεγάλαις ἐπιφανείαις ἑκάστοτε συμπαρόντος ἀμήχανον·

οὐ μὴν ἀλλὰ καὶ συνάγουσιν ὁμοειδῆ τινα, τοῦτο μὲν ἱδρῶτας ἀγαλμάτων πολλάκις ἐκχυθέντας, τοῦτο δὲ στεναγμοὺς ἀκουσθέντας ἀποστροφάς τε δεικνύντες καὶ καταμύσεις ξοάνων, ἃς ἱστορήκασιν οὐκ ὀλίγοι τῶν πρότερον. πολλὰ δὲ καὶ τῶν καθʼ ἡμᾶς ἀκηκοότες ἀνθρώπων λέγειν ἔχομεν ἄξια θαύματος, ὧν

p.110
οὐκ ἄν τις εἰκῇ καταφρονήσειεν.