Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

τῶν μὲν οὖν στρατιωτικῶν ἀγώνων οὗτος ἠγωνίσθη τῷ Καμίλλῳ τελευταῖος, τὴν γὰρ Οὐελιτρανῶν πόλιν εἷλεν ἐν παρέργῳ ταύτης τῆς στρατείας ἀμαχεὶ προσχωρήσασαν αὐτῷ. τῶν δὲ πολιτικῶν ὁ μέγιστος ὑπελείπετο καὶ χαλεπώτερος[*](καὶ χαλεπώτερος Sintenis1, now supported by S: χαλεπώτερος.) πρὸς τὸν δῆμον ἰσχυρὸν ἐπανήκοντα τῇ νίκῃ καὶ βιαζόμενον ἐκ δημοτῶν ὕπατον ἀποδεῖξαι παρὰ τὸν καθεστῶτα νόμον, ἀντιταττομένης τῆς βουλῆς καὶ τὸν Κάμιλλον οὐκ ἐώσης

p.204
ἀποθέσθαι τὴν ἀρχήν, ὡς μετʼ ἰσχυρᾶς καὶ μεγάλης ἐξουσίας τῆς ἐκείνου μαχησομένων ἂν βέλτιον ὑπὲρ τῆς ἀριστοκρατίας.

ἐπεὶ δὲ προκαθημένου τοῦ Καμίλλου καὶ χρηματίζοντος ἐπὶ τῆς ἀγορᾶς ὑπηρέτης πεμφθεὶς παρὰ τῶν δημάρχων ἐκέλευσεν ἀκολουθεῖν καὶ τὴν χεῖρα τῷ σώματι προσῆγεν ὡς ἀπάξων, κραυγὴ δὲ καὶ θόρυβος, οἷος οὔπω, κατέσχε τὴν ἀγοράν, τῶν μὲν περὶ τὸν Κάμιλλον ὠθούντων ἀπὸ τοῦ βήματος τὸν δημόσιον, τῶν δὲ πολλῶν κάτωθεν ἕλκειν ἐπικελευομένων, ἀπορούμενος τοῖς παροῦσι τὴν μὲν ἀρχὴν οὐ προήκατο, τοὺς δὲ βουλευτὰς ἀναλαβὼν ἐβάδιζεν ἐπὶ τὴν σύγκλητον.

καὶ πρὶν εἰσελθεῖν μεταστραφεὶς εἰς τὸ Καπιτώλιον εὔξατο τοῖς θεοῖς κατευθῦναι τὰ παρόντα πρὸς τὸ κάλλιστον τέλος, ὑποσχόμενος ναὸν Ὁμονοίας ἱδρύσασθαι τῆς ταραχῆς καταστάσης. μεγάλου δʼ ἀγῶνος ἐν τῇ συγκλήτῳ γενομένου πρὸς τὰς ἐναντίας γνώμας, ὅμως ἐνίκησεν ἡ μαλακωτέρα καὶ ὑπείκουσα τῷ δήμῳ καὶ διδοῦσα τῶν ὑπάτων τὸν ἕτερον ἀπὸ τοῦ πλήθους ἀρχαιρεσιάσαι.