Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

καὶ τὸ τῆς Ἀλβανίδος ὕδωρ ἐκέλευον εἴργοντας ὡς ἀνυστόν ἐστι τῆς θαλάσσης ἀνωθεῖν εἰς τὸν ἀρχαῖον πόρον, ἢ τοῦτο μὴ δυναμένους ὀρύγμασι καὶ τάφροις παράγειν εἰς τὸ πεδίον καὶ καταναλίσκειν·

p.104
ἀπαγγελθέντων δὲ τούτων οἱ μὲν ἱερεῖς τὰ περὶ τὰς θυσίας ἔπραττον, ὁ δὲ δῆμος ἐχώρει πρὸς τὰ ἔργα καὶ τὸ ὕδωρ ἐξέτρεπεν.

ἡ δὲ σύγκλητος εἰς τὸ δέκατον ἔτος τοῦ πολέμου καταλύσασα τὰς ἄλλας ἀρχὰς δικτάτορα Κάμιλλον ἀπέδειξεν ἵππαρχον δʼ ἐκεῖνος αὑτῷ προσελόμενος Κορνήλιον Σκηπίωνα, πρῶτον μὲν εὐχὰς ἐποιήσατο τοῖς θεοῖς ἐπὶ τῷ πολέμῳ τέλος εὐκλεὲς λαβόντι τὰς μεγάλας θέας ἄξειν καὶ νεὼν θεᾶς, ἣν Μητέρα Ματοῦταν καλοῦσι Ῥωμαῖοι, καθιερώσειν.

ταύτην ἄν τις ἀπὸ τῶν δρωμένων ἱερῶν μάλιστα Λευκοθέαν νομίσειεν εἶναι, καὶ γὰρ θεράπαιναν εἰς τὸν σηκὸν εἰσάγουσαι ῥαπίζουσιν, εἶτʼ ἐξελαύνουσι καὶ τὰ τῶν ἀδελφῶν τέκνα πρὸ τῶν ἰδίων ἐναγκαλίζονται καὶ δρῶσι περὶ τὴν θυσίαν ἃ ταῖς Διονύσου τροφοῖς καὶ τοῖς διὰ τὴν παλλακὴν πάθεσι τῆς Ἰνοῦς προσέοικε. μετὰ δὲ τὰς εὐχὰς ὁ Κάμιλλος εἰς τὴν Φαλίσκων ἐνέβαλε, καὶ μάχῃ μεγάλῃ τούτους τε καὶ Καπηνάτας προσβοηθήσαντας αὐτοῖς ἐνίκησεν.

ἔπειτα πρὸς τὴν πολιορκίαν τραπόμενος τῶν Οὐηΐων καὶ τὸν ἐκ προσβολῆς ἀγῶνα χαλεπὸν καὶ δύσεργον ὁρῶν ὑπονόμους ἔτεμνε, τῶν περὶ τὴν πόλιν χωρίων ἐνδιδόντων τοῖς ὀρύγμασι καὶ καταδεχομένων εἰς βάθος ἄγειν ἄδηλον τοῖς πολεμίοις τὰ ἔργα. διὸ καὶ προϊούσης ὁδῷ τῆς ἐλπίδος αὐτὸς μὲν ἔξωθεν προσέβαλλεν, ἐκκαλούμενος ἐπὶ τὰ τείχη τοὺς πολεμίους,

p.106
ἄλλοι δʼ ἀδήλως ὑποπορευόμενοι διὰ τῶν ὑπονόμων ἔλαθον ἐντὸς γενόμενοι τῆς ἄκρας κατὰ τὸ τῆς Ἥρας[*](τῆς Ἥρας with C and S: Ἥρας.) ἱερόν, ὃ μέγιστον ἦν ἐν τῇ πόλει καὶ μάλιστα τιμώμενον.