Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ταῦτα τῇ συγκλήτῳ πυθομένῃ καὶ διαπορούσῃ

paris.1624.131
καλῶς ἔχειν ἔδοξε πέμψαντας εἰς Δελφοὺς ἐρέσθαι τὸν θεόν. οἱ δὲ πεμφθέντες ἄνδρες ἔνδοξοι καὶ μεγάλοι, Κόσσος Λικίννιος καὶ Οὐαλλέριος Ποτῖτος καὶ Φάβιος Ἄμβουστος, πλῷ τε χρησάμενοι καὶ τῶν παρὰ τοῦ θεοῦ τυχόντες ἧκον ἄλλας τε μαντείας κομίζοντες, αἳ πατρίων τινῶν περὶ τὰς καλουμένας Λατίνας ἑορτὰς ὀλιγωρίαν ἔφραζον αὐτοῖς,

καὶ τὸ τῆς Ἀλβανίδος ὕδωρ ἐκέλευον εἴργοντας ὡς ἀνυστόν ἐστι τῆς θαλάσσης ἀνωθεῖν εἰς τὸν ἀρχαῖον πόρον, ἢ τοῦτο μὴ δυναμένους ὀρύγμασι καὶ τάφροις παράγειν εἰς τὸ πεδίον καὶ καταναλίσκειν·

p.104
ἀπαγγελθέντων δὲ τούτων οἱ μὲν ἱερεῖς τὰ περὶ τὰς θυσίας ἔπραττον, ὁ δὲ δῆμος ἐχώρει πρὸς τὰ ἔργα καὶ τὸ ὕδωρ ἐξέτρεπεν.

ἡ δὲ σύγκλητος εἰς τὸ δέκατον ἔτος τοῦ πολέμου καταλύσασα τὰς ἄλλας ἀρχὰς δικτάτορα Κάμιλλον ἀπέδειξεν ἵππαρχον δʼ ἐκεῖνος αὑτῷ προσελόμενος Κορνήλιον Σκηπίωνα, πρῶτον μὲν εὐχὰς ἐποιήσατο τοῖς θεοῖς ἐπὶ τῷ πολέμῳ τέλος εὐκλεὲς λαβόντι τὰς μεγάλας θέας ἄξειν καὶ νεὼν θεᾶς, ἣν Μητέρα Ματοῦταν καλοῦσι Ῥωμαῖοι, καθιερώσειν.