Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

τοῦ δὲ Λευκίου προπετῶς χρησαμένου τῇ μάχῃ καί σφαλέντος, αἰσθόμενος τὴν τροπὴν τῶν Ῥωμαίων οὐ κατέσχεν αὑτόν, ἀλλʼ ἀναθορὼν ἐκ τῆς στιβάδος ἀπήντα μετὰ τῶν ὀπαδῶν ἐπὶ τὰς πύλας τοῦ χάρακος, διὰ τῶν φευγόντων

paris.1624.149
ὠθούμενος εἰς τοὺς διώκοντας, ὥστε τοὺς μὲν εὐθὺς ἀναστρέφειν καί συνακολουθεῖν, τοὺς δὲ προσφερομένους ἔξωθεν ἵστασθαι πρὸ αὐτοῦ καὶ συνασπίζειν, παρεγγυῶντας ἀλλήλοις μὴ ἀπολείπεσθαι τοῦ στρατηγοῦ.

τότε μὲν οὖν οὕτως ἀπετράποντο τῆς διώξεως οἱ πολέμιοι· τῇ δʼ ὑστεραίᾳ προαγαγὼν τὴν δύναμιν ὁ Κάμιλλος

p.192
καί συνάψας μάχην αὐτούς τε νικᾷ κατὰ κράτος καὶ τὸν χάρακα λαμβάνει συνεισπεσὼν τοῖς φεύγουσι καί διαφθείρας τοὺς πλείστους, ἐκ δὲ τούτου πυθόμενος πόλιν Σατρίαν ὑπὸ Τυρρηνῶν ἑαλωκέναι καί τοὺς οἰκήτορας ἀπεσφάχθαι Ῥωμαίους ἅπαντας ὄντας, τὴν μὲν πολλὴν καί βαρεῖαν τῆς δυνάμεως εἰς Ῥώμην ἀπέστειλεν, αὐτὸς δὲ τοὺς ἀκμάζοντας μάλιστα καί προθυμοτάτους ἀναλαβών ἐπέβαλε τοῖς τὴν πόλιν ἔχουσι Τυρρηνοῖς καί κρατήσας τοὺς μὲν ἐξήλασεν αὐτῶν, τοὺς δὲ ἀπέκτεινεν.

ἐπανελθὼν δὲ μετὰ πολλῶν λαφύρων εἰς Ῥώμην ἐπέδειξε φρονιμωτάτους ἁπάντων τοὺς μὴ φοβηθέντας ἀσθένειαν καὶ γῆρας ἡγεμόνος ἐμπειρίαν καὶ τόλμαν ἔχοντος, ἀλλʼ ἑλομένους ἐκεῖνον ἄκοντα καὶ νοσοῦντα μᾶλλον ἢ τῶν ἐν ἡλικίᾳ τοὺς δεομένους καὶ σπουδάζοντας ἄρχειν. διὸ καὶ Τουσκλανῶν ἀφεστάναι λεγομένων ἐκέλευον ἐξιέναι τὸν Κάμιλλον ἐπʼ αὐτούς ἕνα τῶν πέντε συστρατήγων προσελόμενον.

ὁ δέ, καίπερ ἁπάντων βουλομένων καὶ δεομένων, ἐάσας τοὺς ἄλλους, προσείλετο Λεύκιον Φούριον οὐδενὸς ἂν προσδοκήσαντος, · ἐκεῖνος γὰρ ἦν ὁ παρὰ γνώμην τοῦ Καμίλλου διαγωνίσασθαι προθυμηθεὶς ἔναγχος καὶ δυστυχήσας περὶ τὴν μάχην ἀλλὰ βουλόμενος, ὡς ἔοικεν, ἀποκρύψαι τὴν συμφορὰν καὶ τὴν αἰσχύνην ἀπαλλάξαι τοῦ ἀνδρός ἀντὶ πάντων τοῦτον προῆγεν.

οἱ δὲ Τουσκλανοὶ τὴν ἁμαρτίαν ἐπανορθούμενοι πανούργως, ἤδη βαδίζοντος ἐπʼ αὐτούς τοῦ Καμίλλου τὸ μὲν πεδίον ἀνθρώπων ὡς ἐν εἰρήνῃ γεωργούντων καὶ νεμόντων ἐνέπλησαν, τὰς δὲ πύλας εἶχον

p.194
ἀνεῳγμένας καὶ τοὺς παῖδας ἐν τοῖς διδασκαλείοις μανθάνοντας, τοῦ δὲ δήμου τὸ μὲν βάναυσον ἐπὶ τῶν ἐργαστηρίων ἑωρᾶτο περὶ τάς τέχνας, τὸ δʼ ἀστεῖον ἐπὶ τῆς ἀγορᾶς ἐν ἱματίοις οἱ δʼ ἄρχοντες περιῄεσαν σπουδῇ καταλύσεις τοῖς Ῥωμαίοις ἐπαγγέλλοντες, ὡς οὐδὲν κακὸν προσδοκῶντες οὐδὲ συνειδότες. τούτων δὲ πραττομένων ἀπιστεῖν μὲν οὐκ ἐπῄει τῷ Καμίλλῳ τὴν προδοσίαν, οἰκτείρας δὲ τὴν ἐπὶ τῇ προδοσίᾳ μετάνοιαν αὐτῶν ἐκέλευσε πρὸς τὴν σύγκλητον ἐλθόντας παραιτεῖσθαι τὴν ὀργήν καὶ παραιτουμένοις συνέπραξεν αὐτὸς ἀφεθῆναί τε τὴν πόλιν αἰτίας ἁπάσης καὶ μεταλαβεῖν ἰσοπολιτείας, αὗται μὲν οὖν ἐγένοντο τῆς ἕκτης χιλιαρχίας ἐπιφανέσταται πράξεις.