Camillus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
εἰσαγομένων δὲ τῶν κατὰ τοῦ Μαλλίου δικῶν μεγάλα τοὺς κατηγόρους ἔβλαπτεν ἡ ὄψις. ὁ γὰρ τόπος, ἐφʼ οὗ βεβηκὼς ὁ Μάλλιος
ὃ δὴ συμφρονήσας ὁ Κάμιλλος μετήγαγεν ἔξω πύλης τὸ δικαστήριον εἰς τὸ Πετηλῖνον ἄλσος· ὅθεν οὐκ ὄντος τοῦ Καπιτωλίου καταφανοῦς ὅ τε διώκων ἐχρήσατο τῇ κατηγορίᾳ καὶ τοῖς κρίνουσι παρεχώρησεν ἡ μνήμη τῶν γεγονότων ἀξίαν ἀναλαβεῖν[*](ἀναλαβεῖν with S:λαβεῖν. )
ὀργὴν ἐπὶ τοῖς παροῦσιν ἀδικήμασιν. ὁ μὲν οὖν Μάλλιος ἁλοὺς εἰς τὸ Καπιτώλιον ἀπήχθη, καὶ κατὰ τῆς πέτρας ὠσθεὶς τὸν αὐτὸν τόπον ἔσχε καὶ τῶν εὐτυχεστάτων ἔργων καὶ τῶν μεγίστων ἀτυχημάτων μνημεῖον. οἱ δὲ Ῥωμαῖοι τὴν οἰκίαν αὐτοῦ κατασκάψαντες ἱερὸν ἱδρύσαντο θεᾶς, ἣν Μονῆταν καλοῦσι, καὶ τὸ λοιπὸν ἐψηφίσαντο μηδένα τῶν πατρικίων ἐπὶ τῆς ἄκρας κατοικεῖν.
ὁ δὲ Κάμιλλος ἐπὶ χιλιαρχίαν ἕκτην καλούμενος παρῃτεῖτο, γεγονὼς μὲν ἡλικίας ἤδη πρόσω καί πού τινα καί φθόνον δεδιὼς καί νέμεσιν ἐπὶ δόξῃ τοσαύτῃ καί κατορθώμασιν· ἡ δὲ φανερωτάτη τῶν αἰτιῶν ἦν ἀρρωστία σώματος· ἐτύγχανε γὰρ νοσῶν περὶ τὰς ἡμέρας ἐκείνας.
οὐ μὴν π.,ρῆκεν αὐτῷ τὴν ἀρχὴν ὁ δῆμος, ἀλλὰ