Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἀλλʼ εὐθὺς ἄγειν ἐπὶ τὸ Σούτριον ἐκείνης τῆς ἡμέρας, λογιζόμενος ἀνθρώπους εὐδαίμονα καὶ πλουσίαν πόλιν ἄρτι κατειληφότας καὶ μηδένα τῶν πολεμίων ὑπολελοιπότας ἐν αὐτῇ μηδὲ προσδεχομένους ἔξωθεν, ἐκλελυμένους παντάπασι καὶ ἀφυλάκτους εὑρήσειν ὀρθῶς λογισάμενος, οὐ γὰρ μόνον τὴν χώραν ἔλαθε διελθών, ἀλλὰ καὶ πρὸς ταῖς πύλαις γενόμενος καὶ τὰ τείχη καταλαβών· ἐφύλαττε γὰρ οὐδείς, ἀλλʼ ἐν οἴνῳ καὶ συνουσίαις ἦσαν ἐσκεδασμένοι κατὰ τὰς οἰκίας.

ἐπεὶ δὲ ᾔσθοντο τοὺς πολεμίους κρατοῦντας ἤδη, οὕτω διέκειντο μοχθηρῶς ὑπὸ πλησμονῆς καὶ μέθης, ὡς μηδὲ πρὸς φυγὴν ὁρμῆσαι πολλούς, ἀλλʼ ἐν ταῖς οἰκίαις αἴσχιστα πάντων ὑπομένοντας ἀποθνῄσκειν ἢ παραδιδόναι σφᾶς αὐτοὺς τοῖς πολεμίοις. τὴν μὲν οὖν Σουτρίνων πόλιν ἡμέρᾳ μιᾷ δὶς ἀλοῦσαν οὕτω συνέβη καὶ τοὺς ἔχοντας ἀποβαλεῖν, καὶ τοὺς ἀφῃρημένους ἀπολαβεῖν διὰ Κάμιλλον,

ὁ δʼ ἀπὸ τούτων θρίαμβος αὐτῷ χάριν οὐκ ἐλάττονα καὶ κόσμον ἤνεγκε τῶν πρώτων δυεῖν. καὶ γὰρ τοὺς πάνυ βασκαίνοντας τῶν πολιτῶν καὶ πάντα βουλομένους εὐτυχίᾳ

p.186
τινὶ μᾶλλον ἢ διʼ ἀρετὴν κατωρθῶσθαι, τότʼ ἠνάγκαζον αἱ πράξεις τῇ δεινότητι καὶ τῷ δραστηρίῳ τοῦ ἀνδρὸς ἀποδιδόναι τὴν δόξαν.

ἦν δὲ τῶν διαμαχομένων αὐτῷ καὶ προσφθονούντων ἐπιφανέστατος Μᾶρκος Μάλλιος, ὁ πρῶτος ὠσάμενος τοὺς Κελτούς ἀπὸ τῆς ἄκρας ὅτε τῷ Καπιτωλίῳ νυκτὸς[*](νυκτὸς with S:διὰ νυκτὸς. ) ἐπέθεντο καὶ διὰ τοῦτο Καπιτωλῖνος ἐπικληθείς. οὗτος γὰρ ἀξιῶν πρῶτος εἶναι τῶν πολιτῶν καὶ μὴ δυνάμενος τὸν Κάμιλλον ἀπὸ τοῦ βελτίστου τρόπου τῇ δόξῃ παρελθεῖν,

ὑπόθεσιν τυραννίδος ἐποιήσατο κοινὴν

paris.1624.148
καὶ συνήθη, δημαγωγῶν τοὺς πολλούς, μάλιστα δὲ τῶν ὀφειλόντων χρέα τοῖς μὲν ἀμύνων καὶ συνδικῶν ἐπὶ τοὺς δανειστάς, τοὺς δʼ ἀφαιρούμενος βίᾳ καὶ κωλύων ἄγεσθαι πρὸς τὸν νόμον, ὥστε πολλοὺς τῶν ἀπόρων ταχὺ περὶ αὐτὸν γενέσθαι καὶ πολὺν φόβον παρασχεῖν τοῖς βελτίστοις τῶν πολιτῶν θρασυνομένους καὶ ταράττοντας τὴν ἀγοράν.

ἐπεὶ δὲ κατασταθεὶς ἐπὶ ταῦτα δικτάτωρ Κούιντος Καπιτωλῖνος εἰς τὴν εἱρκτὴν ἐνέβαλε τὸν Μάλλιον, ὁ δὲ δῆμος γενομένου τούτου μετέβαλε τὴν ἐσθῆτα, πρᾶγμα γινόμενον ἐπὶ συμφοραῖς μεγάλαις καὶ δημοσίαις, δείσασα τὸν θόρυβον ἡ σύγκλητος ἐκέλευσεν ἀφεθῆναι τὸν Μάλλιον. ὁ δʼ οὐδὲν ἦν ἀφεθεὶς ἀμείνων, ἀλλὰ σοβαρώτερον ἐδημαγώγει καὶ διεστασίαζε τὴν πόλιν. αἱροῦνται δὴ πάλιν χιλίαρχον τὸν Κάμιλλον.

εἰσαγομένων δὲ τῶν κατὰ τοῦ Μαλλίου δικῶν μεγάλα τοὺς κατηγόρους ἔβλαπτεν ἡ ὄψις. ὁ γὰρ τόπος, ἐφʼ οὗ βεβηκὼς ὁ Μάλλιος

p.188
ἐνυκτομάχησε πρὸς τοὺς Κελτούς, ὑπερεφαίνετο τῆς ἀγορᾶς ἀπὸ τοῦ Καπιτωλίου καὶ παρεῖχεν οἶκτον τοῖς ὁρῶσιν· αὐτός τε τὰς χεῖρας ὀρέγων ἐκεῖσε καὶ δακρύων ὑπεμίμνῃσκε τῶν ἀγώνων, ὥστε τοὺς κρίνοντας ἀπορεῖν καὶ πολλάκις ἀναβάλλεσθαι τὴν δίκην, μήτʼ ἀφεῖναι βουλομένους ἐπὶ τεκμηρίοις φανεροῖς τὸ ἀδίκημα μήτε χρήσασθαι τῷ νόμῳ δυναμένους ἐν ὀφθαλμοῖς τῆς πράξεως οὔσης διὰ τὸν τόπον.