Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ὄντος δὲ τοῦ περιφράγματος ξυλίνου καὶ πνεύματος μεγάλου κατιόντος ἀπὸ τῶν ὀρῶν ἅμα

p.182
φάει, πυροβόλα[*](πυροβόλα conjecture of Sintenis; πυρα πολλὰ MSS., Sintenis, and edd.) παρασκευασάμενος καὶ περὶ τὸν ὄρθρον ἐξαγαγὼν τὴν δύναμιν τοὺς μὲν ἄλλους ἐκέλευσε χρῆσθαι βέλεσι καὶ κραυγῇ καθʼ ἕτερον μέρος, αὐτὸς δὲ τοὺς τὸ πῦρ ἀφήσειν μέλλοντας ἔχων ὅθεν εἰώθει μάλιστα προσπίπτειν ὁ ἄνεμος τῷ χάρακι τῶν πολεμίων ἀνέμενε τὴν ὥραν. ἐπεὶ δὲ συνεστώσης τῆς μάχης ὅ τε ἥλιος ἀνῄει καὶ τὸ πνεῦμα λαμπρὸν ἐξέπιπτε, σημήνας ἐπιδρομὴν κατέσπειρε τοῦ χάρακος ἄφθονα τῶν πυροβόλων.

ταχὺ δὲ τῆς φλογὸς ἐν ὕλῃ πυκνῇ καὶ σταυρώμασι ξυλίνοις ἀνατραφείσης καὶ κύκλῳ περινεμομένης, οὐδὲν ἄκος οὐδὲ σβεστήριον ἔχοντες οἱ Λατῖνοι παρεσκευασμένον, ὡς πλῆρες ἦν ἤδη τὸ στρατόπεδον πυρός, ἐπʼ ὀλίγον συστελλόμενοι τόπον ἐξέπιπτον ὑπʼ ἀνάγκης πρὸς ὡπλισμένους καὶ παρατεταγμένους πρὸ τοῦ χάρακος τοὺς πολεμίους, καὶ τούτων μὲν ὀλίγοι διέφυγον, τοὺς δὲ καταλειφθέντας ἐν τῷ στρατοπέδῳ πάντας διέφθειρε τὸ πῦρ, μέχρι οὗ κατασβέσαντες οἱ Ῥωμαῖοι τὰ χρήματα διήρπασαν.

γεγονότων δὲ τούτων ἀπολιπὼν ἐπὶ τὸν στρατοπέδου τὸν υἱὸν Λεύκιον φύλακα τῶν ἡλωκότων ἀνθρώπων καὶ χρημάτων αὐτός εἰς τὴν τῶν πολεμίων ἐνέβαλε. καὶ τὴν Αἰκανῶν πόλιν ἐξελὼν καὶ προσαγαγόμενος τοὺς Οὐολούσκους εὐθὺς ἦγε τὴν στρατιὰν πρὸς τὸ Σούτριον, οὔπω τὰ συμβεβηκότα τοῖς Σούτριον πεπυσμένος, ἀλλʼ ὡς ἔτι κινδυνεύουσι καὶ πολιορκουμένοις ὑπὸ τῶν Τυρρηνῶν βοηθῆσαι σπεύδων.

οἱ δʼ ἔτυχον ἤδη τὴν μὲν πόλιν τοῖς πολεμίοις παραδεδωκότες, αὐτοὶ

p.184
δὲ πάντων ἐνδεεῖς ἐν ἱματίοις μόνον ἀφειμένοι· καὶ καθʼ ὁδὸν ὄντι τῷ Καμίλλῳ μετὰ παίδων καὶ γυναικῶν ἀπήντων ὀδυρόμενοι τὰς ἑαυτῶν τύχας. ὁ δὲ Κάμιλλος αὐτός τε πρὸς τὴν ὄψιν ἐπικλασθεὶς καὶ τοὺς Ῥωμαίους ὁρῶν ἐμφυομένων αὐτοῖς τῶν Σουτρίνων δακρύοντας καὶ δυσανασχετοῦντας ἐπὶ τοῖς γεγενημένοις, ἔγνω μὴ ποιεῖσθαι τῆς τιμωρίας ἀναβολήν,

ἀλλʼ εὐθὺς ἄγειν ἐπὶ τὸ Σούτριον ἐκείνης τῆς ἡμέρας, λογιζόμενος ἀνθρώπους εὐδαίμονα καὶ πλουσίαν πόλιν ἄρτι κατειληφότας καὶ μηδένα τῶν πολεμίων ὑπολελοιπότας ἐν αὐτῇ μηδὲ προσδεχομένους ἔξωθεν, ἐκλελυμένους παντάπασι καὶ ἀφυλάκτους εὑρήσειν ὀρθῶς λογισάμενος, οὐ γὰρ μόνον τὴν χώραν ἔλαθε διελθών, ἀλλὰ καὶ πρὸς ταῖς πύλαις γενόμενος καὶ τὰ τείχη καταλαβών· ἐφύλαττε γὰρ οὐδείς, ἀλλʼ ἐν οἴνῳ καὶ συνουσίαις ἦσαν ἐσκεδασμένοι κατὰ τὰς οἰκίας.