Camillus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
θαυμαστὴ δὲ καὶ τὸ πλῆθος ἔσχε μεταβολὴ τῆς ὁρμῆς, ἀλλήλους παρακαλούντων καὶ προτρεπομένων[*](προτρεπομένων with S: τρεπομένων. ) πρὸς τὸ ἔργον, οὐκ ἐκ διανομῆς τινος ἢ τάξεως, ἀλλʼ ὡς ἕκαστος ἑτοιμότητος ἢ βουλήσεως εἶχε τῶν χωρίων καταλαμβανομένων. διὸ καὶ τεταραγμένην τοῖς στενωποῖς καὶ συμπεφυρμένην ταῖς οἰκήσεσιν ἀνήγαγον τὴν πόλιν ὑπὸ σπουδῆς καὶ τάχους, ἐντὸς γὰρ ἐνιαυτοῦ λέγεται καὶ τοῖς τείχεσι καινὴ καὶ ταῖς ἰδιωτικαῖς οἰκοδομαῖς ἀναστῆναι πάλιν.
οἱ δὲ τοὺς ἱεροὺς τόπους ἀναλαβεῖν καὶ ὁρίσαι ταχθέντες ὑπὸ τοῦ Καμίλλου, συγκεχυμένων ἁπάντων, ὡς ἧκον ἐπὶ τὴν καλιάδα τοῦ Ἄρεως περιοδεύοντες τὸ Παλάτιον, αὐτὴν μὲν, ὡς τὰ ἄλλα, διεφθαρμένην καὶ κατακεκαυμένην εὗρον ὑπὸ τῶν βαρβάρων, σκευωρούμενοι δὲ καὶ καθαίροντες τὸ χωρίον ἐντυγχάνουσι τῷ μαντικῷ ξύλῳ τοῦ Ῥωμύλου κατὰ τέφρας πολλῆς καὶ βαθείας καταδεδυκότι.
τοῦτο δʼ ἔστι μὲν ἐπικαμπὲς ἐκ θατέρου πέρατος, καλεῖται δὲ λίτυον χρῶνται δʼ αὐτῷ πρὸς τὰς τῶν πλινθίων ὑπογραφάς ὅταν ἐπʼ ὄρνισι διαμαντευόμενοι καθέζωνται, ὡς κἀκεῖνος ἐχρῆτο μαντικώτατος ὤν. ἐπειδὴ δʼ ἐξ ἀνθρώπων ἠφανίσθη, παραλαβόντες οἱ ἱερεῖς τὸ ξύλον ὥσπερ ἄλλο τι τῶν ἱερῶν ἄψαυστον ἐφύλαττον.
οὔπω δὲ τῆς Περὶ ταῦτα πεπαυμένοις ἀσχολίας αὐτοῖς ἐπιπίπτει πόλεμος, Αἰκανῶν μὲν ἅμα καὶ Οὐολούσκων καὶ Λατίνων εἰς τὴν χώραν ἐμβαλλόντων, Τυρρηνῶν δὲ πολιορκούντων Σούτριν, συμμαχίδα Ῥωμαίων πόλιν. ἐπειδὴ δʼ οἱ τὴν ἡγεμονίαν ἔχοντες χιλίαρχοι στρατοπεδευσάμενοι Περὶ τὸ Μάρκιον ὄρος ὑπὸ τῶν Λατίνων ἐπολιορκοῦντο καὶ κινδυνεύοντες ἀποβαλεῖν τὸ στρατόπεδον εἰς Ῥώμην ἔπεμψαν ἀποδείκνυται τὸ τρίτον Κάμιλλος δικτάτωρ·
περὶ τούτου τοῦ πολέμου διττοὶ λόγοι λέγονται· δίειμι δὲ τὸν μυθώδη πρότερον. φασὶ τοὺς Λατίνους, εἴτε προφάσει χρωμένους εἴτε βουλομένους ὡς ἀληθῶς ἀναμίξασθαι τὰ γένη πάλιν ἐξ ὑπαρχῆς, πέμψαντας αἰτεῖν παρὰ
θεραπαινίδα τοὔνομα Τουτούλαν, ὡς δʼ ἔνιοι λέγουσι, Φιλωτίδα τοῖς ἄρχουσι παραινέσαι πέμπειν σὺν αὐτῇ τῶν δμωίδων τὰς ἐν ὥρᾳ μάλιστα καὶ ταῖς ὄψεσιν ἐλευθερίους, κοσμήσαντας ὡς νύμφας εὐγενεῖς, τὰ λοιπὰ δʼ αὐτῇ μελήσειν. πεισθέντας δὲ τοὺς ἄρχοντας ἐπιλέξασθαι τῶν θεραπαινίδων ὅσας ἐκείνη πρὸς τὴν χρείαν ἐδοκίμασε, καὶ κοσμήσαν·