Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ὁ δὲ Βρέννος οἷον ἐφυβρίζων καὶ καταγελῶν ἀποδυσάμενος[*](ἀποδυσάμενος with S: ἀπολυσάμενος unfastening.) τὴν μάχαιραν ἅμα καὶ τὸν ζωστῆρα προσέθηκε τοῖς σταθμοῖς. πυνθανομένου δὲ τοῦ Σουλπικίου, τί τοῦτο ; τί γὰρ ἄλλο, εἶπεν, ἢ τοῖς νενικημένοις ὀδύνη ; τοῦτο μὲν οὖν ἤδη παροιμιώδης λόγος γέγονε. τῶν δὲ Ῥωμαίων οἱ μὲν ἠγανάκτουν καὶ τὸ χρυσίον ᾤοντο δεῖν λαβόντας αὖθις ἀπιέναι καὶ τὴν πολιορκίαν ὑπομένειν οἱ δὲ συγχωρεῖν ἐκέλευον ἀδικουμένους μέτρια, καὶ μὴ τῷ πλέον διδόναι προσλογίζεσθαι τὸ αἰσχρόν, αὐτό γε τὸ δοῦναι διὰ τὸν καιρὸν οὐ καλῶς ἀλλʼ ἀναγκαίως ὑπομένοντας.

οὔσης δὲ περὶ τούτων πρός τε τοὺς Κελτοὺς καὶ πρὸς αὑτοὺς[*](αὑτοὺς Sintenis with C: αὐτοὺς Bekker and Sintenis.) διαφορᾶς ἄγων τὸν στρατὸν ὁ Κάμιλλος ἐν ταῖς πύλαις ἦν· καὶ πυθόμενος τὰ γινόμενα τοὺς ἄλλους ἐκέλευσεν ἐν τάξει καὶ σχέδην ἐπακολουθεῖν, αὐτὸς δὲ μετὰ

p.166
τῶν ἀρίστων ἐπειγόμενος εὐθὺς ἐπορεύετο πρὸς τοὺς Ῥωμαίους.

διαστάντων δὲ πάντων καὶ δεξαμένων αὐτόν ὡς αὐτοκράτορα κόσμῳ καὶ σιωπῇ, τὸ μὲν χρυσίον ἄρας ἀπὸ τοῦ ζυγοῦ τοῖς ὑπηρέταις ἔδωκε, τὸν δὲ ζυγὸν καὶ τὰ σταθμὰ τοὺς Κελτοὺς λαβόντας ἀποχωρεῖν ἐκέλευσεν εἰπὼν, ὡς σιδήρῳ πάτριόν ἐστι Ῥωμαίοις, οὐ χρυσῷ τὴν πατρίδα σῴζειν. ἀγανακτοῦντος δὲ τοῦ Βρέννου καὶ φάσκοντος ἀδικεῖσθαι λυομένης τῆς ὁμολογίας, ἀντεῖπε μὴ νομίμως γεγονέναι μηδὲ κυρίας εἶναι τὰς συνθήκας·