Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

οὐκ ἂν οὖν θαυμάσαιμι μυθώδη καὶ πλασματίαν ὄντα τὸν Ἡρακλείδην ἀληθεῖ λόγῳ τῷ περὶ τῆς ἁλώσεως ἐπικομπάσαι τοὺς Ὑπερβορέους καὶ τὴν μεγάλην θάλατταν. Ἀριστοτέλης δὲ ὁ φιλόσοφος τὸ μὲν ἁλῶναι τὴν πόλιν ὑπὸ Κελτῶν ἀκριβῶς δῆλός ἐστιν ἀκηκοώς, τὸν δὲ σώσαντα Λεύκιον εἶναί φησιν ἦν δὲ Μᾶρκος, οὐ Λεύκιος, ὁ Κάμιλλος. ἀλλὰ ταῦτα μὲν εἰκασμῷ λέλεκται.

κατασχὼν δὲ τὴν Ῥώμην ὁ Βρέννος τῷ μὲν Καπιτωλίῳ φρουρὰν περιέστησεν, αὐτὸς δὲ καταβαίνων διʼ ἀγορᾶς ἐθαύμαζε τοὺς προκαθημένους ἄνδρας ἐν κόσμῳ καὶ σιωπῇ θεώμενος, ὡς οὔθʼ ὑπεξανέστησαν ἐπιόντων πολεμίων οὔτʼ ὄψιν ἢ χρόαν ἔτρεψαν, ἀλλὰ ῥᾳθύμως καὶ ἀδεῶς ἐγκεκλιμένοι τοῖς σκίπωσιν, οὓς ἐφόρουν,[*](ἐφόρουν with S:ἔφερον. ) καὶ προσβλέποντες ἀλλήλοις ἡσύχαζον.