Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἔπραξε δὲ περὶ τὴν πολιορκίαν οὐδὲν ἐν ἐκείνῳ τῷ χρόνῳ, λαχὼν Φαλερίοις καὶ Καπηνάταις πολεμεῖν, οἳ διʼ ἀσχολίαν τότε πολλὰ τὴν χώραν καθυβρίσαντες καὶ παρὰ πάντα τὸν Τυρρηνικὸν πόλεμον ἐνοχλήσαντες ἐπιέσθησαν ὑπὸ τοῦ Καμίλλου καὶ συνεστάλησαν εἰς τὰ τείχη πολλοὺς ἀποβαλόντες.

ἐκ τούτου τὸ περὶ τὴν Ἀλβανίδα λίμνην πάθος ἀκμάζοντι τῷ πολέμῳ συνενεχθέν οὐδενὸς ἧττον τῶν ἀπίστων πυθέσθαι θαυμάτων αἰτίας κοινῆς ἀποοίᾳ, καὶ λόγου φυσικὴν ἔχοντος ἀρχὴν ἐφόβησεν, ἦν μὲν γὰρ ὥρα μετοπωρινή, καὶ τὸ

p.100
θέρος ἔληγεν οὔτʼ ἔπομβρον οὔτε πνεύμασι νοτίοις χαλεπὸν ἐπιδήλως γενόμενον·

πολλὰς δὲ λίμνας καὶ ποταμοὺς καὶ νάματα παντοδαπὰ τῆς Ἰταλίας ἐχούσης τὰ μὲν ἐξέλιπε κομιδῇ, τὰ δʼ ἀντέσχε γλίσχρως καὶ μόλις, οἱ δὲ ποταμοὶ πάντες ὥσπερ ἀεὶ κοῖλοι καὶ ταπεινοὶ διὰ θέρους ἐρρύησαν. τὸ δὲ τῆς Ἀλβανίδος λίμνης ἀρχὴν ἔχον ἐν ἑαυτῷ καὶ τελευτήν, ὄρεσιν εὐγείοις περιεχόμενον, ἀπʼ οὐδενὸς αἰτίου, πλὴν εἴ τι θεῖον, αὐξόμενον ἐπιδήλως διωγκοῦτο καὶ προσίστατο ταῖς ὑπωρείαις καὶ τῶν ἀνωτάτω λόφων ὁμαλῶς ἐπέψαυεν, ἄνευ σάλου καὶ κλύδωνος ἐξανιστάμενον.

καὶ πρῶτον μὲν ἦν ποιμένων θαῦμα καὶ βοτήρων ἐπεὶ δέ, τοῦ διείργοντος ἀπὸ τῆς κάτω χώρας οἷον ἰσθμοῦ τὴν λίμνην ὑπεκραγέντος ὑπὸ τοῦ πλήθους καὶ βάρους, μέγα ῥεῦμα κατέβαινε διὰ τῶν ἀρουμένων καὶ φυτευομένων ἐπὶ τὴν θάλατταν, οὐ μόνον αὐτοῖς παρεῖχε Ῥωμαίοις ἔκπληξιν, ἀλλὰ καὶ πᾶσιν ἐδόκει τοῖς τὴν Ἰταλίαν κατοικοῦσι μηδενὸς μικροῦ σημεῖον εἶναι, πλεῖστος δʼ αὐτοῦ λόγος ἦν ἐν τῷ στρατοπέδῳ τῷ πολιορκοῦντι τοὺς Οὐηΐους, ὥστε κἀκείνοις ἔκπυστον γενέσθαι τὸ περὶ τὴν λίμνην πάθος.

οἷα δʼ ἐν πολιορκίᾳ διὰ χρόνου μῆκος ἐπιμιξίας τε πολλὰς ἐχούσῃ καὶ κοινολογίας πρὸς τοὺς πολεμίους, ἐγεγόνει τινὶ Ῥωμαίῳ συνήθεια καὶ παρρησία πρὸς ἕνα τῶν πολιτῶν, ἄνθρωπον ἔμπειρόν τε λογίων παλαιῶν καί τι καὶ πλέον εἰδέναι τῶν ἄλλων ἀπὸ μαντικῆς δοκοῦντα. τοῦτον οὖν ὁ Ῥωμαῖος, ὡς ἤκουσε τὴν ἐπίδοσιν τῆς λίμνης, ὁρῶν ὑπερηδόμενόν τε καὶ καταγελῶντα τῆς πολιορκίας, οὐ ταῦτʼ

p.102
ἔφη μόνον ἐνηνοχέναι θαυμαστὰ τὸν παρόντα χρόνον, ἀλλʼ ἕτερα τούτων ἀτοπώτερα σημεῖα Ῥωμαίοις γεγονέναι, περὶ ὧν ἐθέλειν ἐκείνῳ κοινωσάμενος, εἴ τι δύναιτο, θέσθαι τῶν ἰδίων ἄμεινον ἐν τοῖς κοινοῖς νοσοῦσιν.