Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

οὐχ ἥκιστα δὲ καὶ

p.136
Κάμιλλος ἀγνωμονηθεὶς ἔβλαψε τὰ πράγματα, τοῦ μὴ πρὸς χάριν μηδὲ κολακεύοντας ἄρχειν φοβεροῦ γενομένου. προελθόντες οὖν ἀπὸ τῆς πόλεως σταδίους ἐνενήκοντα παρὰ τὸν Ἀλίαν ποταμὸν ηὐλίσθησαν, οὐ πόρρω τοῦ στρατοπέδου τῷ Θύμβριδι συμφερόμενον. ἐνταῦθα δὲ τῶν βαρβάρων ἐπιφανέντων αἰσχρῶς ἀγωνισάμενοι διʼ ἀταξίαν ἐτράποντο.

καὶ τὸ μὲν ἀριστερὸν κέρας εὐθὺς ἐμβαλόντες εἰς τὸν ποταμὸν οἱ Κελτοὶ διέφθειραν τὸ δὲ δεξιὸν ὑπεκκλῖναν τήν ἐπιφορὰν ἐκ τοῦ πεδίου πρὸς τοὺς λόφους ἧττον ἐξεκόπη καὶ διεξέπεσον ἀπὸ τούτων εἰς τήν πόλιν οἱ πολλοί, τοῖς δʼ ἄλλοις, ὅσοι τῶν πολεμίων ἀπειπόντων πρὸς τὸν φόνον ἐσώθησαν, εἰς Οὐηΐους αἱ φυγαὶ διὰ νυκτὸς ἦσαν, ὡς τῆς Ῥώμης οἰχομένης καὶ τῶν ἐκεῖ πάντων ἀπολωλότων.

ἐγένετο δʼ ἡ μάχη μετὰ τροπὰς θερινὰς περὶ τήν πανσέληνον, ᾗ καὶ πρότερον ἡμέρᾳ μέγα πάθος συνέβη τὸ περὶ τοὺς Φαβίους· τριακόσιοι γὰρ ἐκ τοῦ γένους ἄνδρες ὑπὸ Τυρρηνῶν ἀνῃρέθησαν. ἐκράτησε δὲ τήν ἡμέραν ἀπὸ τῆς δευτέρας ἥττης Ἀλιάδα μέχρι νῦν καλεῖσθαι διὰ τὸν ποταμόν. περὶ δʼ ἡμερῶν ἀποφράδων εἴτε χρὴ τίθεσθαί

paris.1624.138
τινας, εἴτε ὀρθῶς Ἡράκλειτος ἐπέπληξεν Ἡσιόδῳ τὰς μὲν ἀγαθὰς ποιουμένῳ, τὰς δὲ φαύλας, ὡς ἀγνοοῦντι φύσιν ἡμέρας ἁπάσης μίαν οὖσαν, ἑτέρωθι διηπόρηται.

τῇ δʼ ὑποκειμένῃ γραφῇ τὸ μνημονεῦσαι παραδειγμάτων ὀλίγων ἴσως ἂν

p.138
ἁρμόσειε. τοῦτο μὲν τοίνυν Βοιωτοῖς Ἱπποδρομίου μηνός, ὡς δʼ Ἀθηναῖοι καλοῦσιν Ἑκατομβαιῶνος, ἱσταμένου πέμπτῃ δύο λαβεῖν συνέβη νίκας ἐπιφανεστάτας, αἷς τοὺς Ἕλληνας ἠλευθέρωσαν, τήν τε περὶ Λεῦκτρα καὶ τήν ἐπὶ Κερησσῷ ταύτης πρότερον ἔτεσι πλείοσιν ἢ διακοσίοις, ὅτε Λατταμύαν καὶ Θεσσαλοὺς ἐνίκησαν.

τοῦτο δʼ αὖ πάλιν Πέρσαι μηνὸς Βοηδρομιῶνος ἕκτῃ μὲν ἐν Μαραθῶνι, τρίτῃ δʼ ἐν Πλαταιαῖς ἅμα καὶ περὶ Μυκάλην ἡττήθησαν ὑπὸ τῶν Ἑλλήνων, πέμπτῃ δὲ φθίνοντος ἐν Ἀρβήλοις. οἱ δʼ Ἀθηναῖοι καὶ τήν περὶ Νάξον ἐνίκων ναυμαχίαν, ἧς Χαβρίας ἐστρατήγει, τοῦ Βοηδρομιῶνος περὶ τήν πανσέληνον, ἐν δὲ Σαλαμῖνι περὶ τὰς εἰκάδας, ὡς ἡμῖν ἐν τῷ Περὶ ἡμερῶν ἀποδέδεικται.