Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

οὐδεὶς δʼ ἔστι Ῥωμαίων, ὃς οὐ νομίζει τὰς εὐχὰς τοῦ Καμίλλου ταχὺ τὴν Δίκην ὑπολαβεῖν, καὶ γενέσθαι τιμωρίαν αὐτῷ τῆς ἀδικίας οὐκ ἡδεῖαν, ἀλλʼ ἀνιαράν, ὀνομαστὴν δὲ καὶ περιβόητον· τοσαύτη περιῆλθε τὴν Ῥώμην νέμεσις, καὶ τοσοῦτον ἄγων φθόρον καὶ κίνδυνον ἅμα μετʼ αἰσχύνης ἐφάνη καιρὸς ἐπὶ τὴν πόλιν, εἴτε τῆς τύχης οὕτω συνελθούσης, εἴτε καὶ θεῶν τινος ἔργον ἔστι μὴ παραμελεῖν ἀρετῆς ἀχαριστουμένης.

πρῶτον μὲν οὖν ἔδοξε σημεῖον γεγονέναι κακοῦ μεγάλου προσιόντος ἡ Ἰουλίου τοῦ τιμητοῦ τελευτή· μάλιστα γὰρ δὴ Ῥωμαῖοι σέβονται καὶ νομίζουσιν ἱερὰν τὴν τῶν τιμητῶν ἀρχήν, δεύτερον δὲ πρὸ τῆς Καμίλλου φυγῆς ἀνὴρ οὐκ ἐπιφανὴς μὲν οὐδὲ ἐκ τῆς βουλῆς, ἐπιεικὴς δὲ καὶ χρηστὸς εἶναι δοκῶν, Μᾶρκος Καιδίκιος, ἀνήνεγκε πρὸς τοὺς χιλιάρχους πρᾶγμα φροντίδος ἄξιον.

p.126

ἔφη γὰρ ἐν τῇ παρῳχημένῃ νυκτὶ καθʼ ὁδὸν βαδίζων, ἣν Καινὴν ὀνομάζουσι, κληθεὶς ὑπό τινος φθεγξαμένου μεταστραφῆναι, καὶ θεάσασθαι μὲν οὐδένα, φωνῆς δὲ μείζονος ἢ κατʼ ἀνθρωπίνην ἀκοῦσαι τάδε λεγούσης· ἄγε, Μᾶρκε Καιδίκιε, λέγε πρὸς τοὺς ἄρχοντας ἕωθεν ἐλθὼν ὀλίγου χρόνου Γαλάτας προσδέχεσθαι. ταῦτʼ ἀκούσαντες οἱ χιλίαρχοι γέλωτα καὶ παιδιὰν ἐποιοῦντο. καὶ μετʼ ὀλίγον συνέβη τὰ περὶ Κάμιλλον.

οἱ δὲ Γαλάται τοῦ Κελτικοῦ γένους ὄντες ὑπὸ πλήθους λέγονται τὴν αὑτῶν ἀπολιπόντες, οὐκ οὖσαν αὐτάρκη τρέφειν ἅπαντας, ἐπὶ γῆς ζήτησιν ἑτέρας ὁρμῆσαι· μυριάδες δὲ πολλαὶ γενόμενοι νέων ἀνδρῶν καὶ μαχίμων, ἔτι δὲ πλείους παίδων καὶ γυναικῶν ἄγοντες, οἱ μὲν ἐπὶ τὸν βόρειον Ὠκεανὸν ὑπερβαλόντες τὰ Ῥιπαῖα ὄρη ῥυῆναι καὶ τὰ ἔσχατα τῆς Εὐρώπης κατασχεῖν,

οἱ δὲ μεταξὺ Πυρρήνης ὄρους καὶ τῶν Ἄλπεων ἱδρυθέντες ἐγγὺς Σενώνων καὶ Κελτορίων κατοικεῖν χρόνον πολύν ὀψὲ δʼ οἴνου γευσάμενοι τότε πρῶτον ἐξ Ἰταλίας διακομισθέντος οὕτως ἄρα θαυμάσαι τὸ πόμα καὶ πρὸς τὴν καινότητα τῆς ἡδονῆς ἔκφρονες γενέσθαι πάντες, ὥστε ἀράμενοι τὰ ὅπλα καὶ γενεὰς ἀναλαβόντες ἐπὶ τὰς Ἄλπεις φέρεσθαι καὶ ζητεῖν ἐκείνην τὴν γῆν, ἣ τοιοῦτον καρπὸν ἀναδίδωσι, τὴν δʼ ἄλλην ἄκαρπον ἡγεῖσθαι καὶ ἀνήμερον.