Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἀσπασάμενος οὖν τὴν γυναῖκα καὶ τὸν υἱὸν ἐπὶ τῆς οἰκίας προῄει σιωπῇ μέχρι τῆς πύλης· ἐκεῖ δὲ ἐπέστη, καὶ μεταστραφεὶς ὀπίσω

p.124
καὶ τὰς χεῖρας ἀνατείνας πρὸς τὸ Καπιτώλιον ἐπεύξατο τοῖς θεοῖς, εἰ μὴ δικαίως, ἀλλʼ ὕβρει δήμου καὶ φθόνῳ προπηλακιζόμενος ἐκπίπτει, ταχὺ Ῥωμαίους μετανοῆσαι καὶ πᾶσιν ἀνθρώποις φανεροὺς γενέσθαι δεομένους αὐτοῦ καὶ ποθοῦντας Κάμιλλον.

ἐκεῖνος μὲν οὖν, ὥσπερ ὁ Ἀχιλλεὺς, ἀρὰς θέμενος ἐπὶ τοὺς πολίτας καὶ μεταστὰς ὦφλε τὴν δίκην ἐρήμην, τίμημα μυρίων καὶ πεντακισχιλίων ἀσσαρίων ἔχουσαν. ὃ γίνεται πρὸς ἀργυρίου λόγον χίλιαι δραχμαὶ καὶ πεντακόσιαι· ἀσσάριον γὰρ ἦν τὸ ἀργύριον, καὶ τὸ δεκάχαλκον οὕτως ἐκαλεῖτο δηνάριον.