Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

εἰσὶ δὲ καὶ πολέμων ὅμως τινὲς νόμοι τοῖς ἀγαθοῖς ἀνδράσι, καὶ τὸ νικᾶν οὐχ οὕτω διωκτέον, ὥστε μὴ φεύγειν τὰς ἐκ κακῶν καὶ ἀσεβῶν ἔργων χάριτας ἀρετῇ γὰρ οἰκείᾳ τὸν μέγαν στρατηγόν, οὐκ ἀλλοτρίᾳ θαρροῦντα κακίᾳ χρῆναι στρατεύειν, προσέταξε τοῖς ὑπηρέταις τοῦ μέν ἀνθρώπου καταρρηγνύναι τὰ ἱμάτια καὶ

p.120
τὰς χεῖρας ὀπίσω περιάγειν, τοῖς δὲ παισὶ διαδοῦναι ῥάβδους καὶ μάστιγας, ὅπως κολάζοντες τὸν προδότην ἐλαύνωσιν εἰς τὴν πόλιν.

ἄρτι δὲ τῶν Φαλερίων ᾐσθημένων τὴν τοῦ διδασκάλου προδοσίαν καὶ τὴν μέν πόλιν, οἷον εἰκὸς, ἐπὶ συμφορᾷ τηλικαύτῃ θρήνου κατέχοντος, ἀνδρῶν δʼ ὁμοῦ καὶ γυναικῶν ἐπὶ τὰ τείχη καὶ τὰς πύλας σὺν οὐδενὶ λογισμῷ φερομένων, προσῆγον οἱ παῖδες τὸν διδάσκαλον γυμνὸν καὶ δεδεμένον προπηλακίζοντες, τὸν δὲ Κάμιλλον σωτῆρα καὶ πατέρα καὶ θεὸν ἀνακαλοῦντες,

ὥστε μὴ μόνον τοῖς γονεῦσι τῶν παίδων, ἀλλὰ καὶ τοῖς ἄλλοις πολίταις ταῦθʼ ὁρῶσι θαῦμα τε καὶ πόθον ἐμπεσεῖν τῆς τοῦ Καμίλλου δικαιοσύνης. καὶ συνδραμόντες εἰς ἐκκλησίαν πρέσβεις ἔπεμψαν ἐκείνῳ τὰ καθʼ ἑαυτοὺς ἐπιτρέποντες, οὓς ὁ Κάμιλλος ἀπέστειλεν εἰς Ῥώμην.

ἐν δὲ τῇ βουλῇ καταστάντες εἶπον, ὅτι, Ῥωμαῖοι τῆς νίκης τὴν δικαιοσύνην προτιμήσαντες ἐδίδαξαν αὐτοὺς τὴν ἧτταν ἀγαπῆσαι πρὸ τῆς ἐλευθερίας, οὐ τοσοῦτον τῇ δυνάμει λείπεσθαι δοκοῦντας, ὅσον ἡττᾶσθαι τῆς ἀρετῆς ὁμολογοῦντας. ἀποδούσης δὲ τῆς βουλῆς πάλιν ἐκείνῳ τὸ κρῖναι καὶ διαιτῆσαι ταῦτα, χρήματα λαβὼν παρὰ τῶν Φαλερίων καὶ φιλίαν πρὸς ἅπαντας Φαλίσκους θέμενος ἀνεχώρησεν.

οἱ δὲ στρατιῶται διαρπάσειν προσδοκήσαντες τοὺς Φαλερίους, ὡς ἐπανῆλθον εἰς Ῥώμην κεναῖς χερσί, κατηγόρουν τοῦ Καμίλλου πρὸς τοὺς ἄλλους πολίτας ὡς μισοδήμου καὶ φθονήσαντος ὠφεληθῆναι τοῖς πένησιν. ἐπεὶ δὲ τὸν περὶ τοῦ διοικισμοῦ νόμον οἱ δήμαρχοι προθέντες

p.122
αὖθις ἐπὶ τὴν ψῆφον ἐκάλουν τὸν δῆμον, ὁ δὲ Κάμιλλος οὐδεμιᾶς ἀπεχθείας οὐδὲ παρρησίας φεισάμενος ἐφάνη μάλιστα πάντων ἐκβιαζόμενος τοὺς πολλούς, τὸν μὲν νόμον ἄκοντες ἀπεψηφίσαντο,