Themistocles

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

οἴεται δε καὶ Πλάτωνα τὸν κωμικὸν αὐτῷ μαρτυρεῖν ἐν τούτοις·

  1. ὁ σὸς δὲ τύμβος ἐν καλῷ κεχωσμένος
  2. τοῖς ἐμπόροις πρόσρησις ἔσται πανταχοῦ,
  3. τούς τʼ[*](τούς τʼ corrected by Bekker to οὓς.) ἐκπλέοντας εἰσπλέοντάς τʼ ὄψεται,
  4. χὠπόταν ἅμιλλα[*](ἅμιλλα Bekker has ἅμιλλʼ ᾖ after Porson.) τῶν νεῶν θεάσεται.

τοῖς δʼ ἀπὸ γένους τοῦ Θεμιστοκλέους καὶ τιμαί τινες ἐν Μαγνησίᾳ φυλαττόμεναι μέχρι τῶν ἡμετέρων χρόνων ἦσαν, ἃς ἐκαρποῦτο Θεμιστοκλῆς Ἀθηναῖος, ἡμέτερος συνήθης καὶ φίλος παρʼ Ἀμμωνίῳ τῷ φιλοσόφῳ γενόμενος.