Themistocles

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἦν δὲ καὶ τοῖς συμμάχοις ἐπαχθὴς περιπλέων τε τὰς νήσους καὶ χρηματιζόμενος ἀπʼ αὐτῶν· οἷα καὶ πρὸς Ἀνδρίους ἀργύριον αἰτοῦντά φησιν αὐτὸν Ἡρόδοτος εἰπεῖν τε καὶ ἀκοῦσαι. δύο γὰρ ἥκειν ἔφη θεοὺς κομίζων, Πειθὼ καὶ Βίαν· οἱ δʼ ἔφασαν εἶναι καὶ παρʼ αὐτοῖς θεοὺς μεγάλους δύο, Πενίαν καὶ Ἀπορίαν, ὑφʼ ὧν κωλύεσθαι δοῦναι χρήματα ἐκείνῳ.

Τιμοκρέων δʼ ὁ Ῥόδιος μελοποιὸς ἐν ᾄσματι καθάπτεται πικρότερον τοῦ Θεμιστοκλέους, ὡς ἄλλους μὲν ἐπὶ χρήμασι φυγάδας διαπραξαμένου κατελθεῖν, αὐτὸν δὲ ξένον ὄντα καὶ φίλον προεμένου διʼ ἀργύριον. λέγει δʼ οὕτως·

  1. ἀλλʼ εἰ τύγε Παυσανίαν ἢ καὶ τύγε Ξάνθιππον αἰνεῖς
  2. ἢ τύγε Λευτυχίδαν, ἐγὼ δʼ Ἀριστείδαν ἐπαινέω
  3. ἄνδρʼ ἱερᾶν ἀπʼ Ἀθανᾶν
  4. ἐλθεῖν ἕνα λῷστον· ἐπεὶ Θεμιστοκλῆ ἤχθαρε Λατώ,

  1. ψεύσταν, ἄδικον, προδόταν, ὃς Τιμοκρέοντα ξεῖνον ἐόντʼ
  2. ἀργυρίοις σκυβαλικτοῖσι πεισθεὶς οὐ κατᾶγεν
  3. εἰς πάτραν Ἰαλυσόν,
  4. λαβὼν δὲ τρίʼ ἀργυρίου τάλαντʼ ἔβα πλέων εἰς ὄλεθρον,
  5. τοὺς μὲν κατάγων ἀδίκως, τοὺς δʼ ἐκδιώκων, τοὺς δὲ καίνων,
  6. ἀργυρίων ὑπόπλεως, Ἰσθμοῖ δʼ ἐπανδόκευε γελοίως ψυχρὰ κρέα παρέχων·
  7. οἱ δʼ ἤσθιον κηὔχοντο μὴ ὥραν Θεμιστοκλεῦς γενέσθαι.

πολὺ δʼ ἀσελγεστέρᾳ καὶ ἀναπεπταμένῃ μᾶλλον εἰς τὸν Θεμιστοκλέα βλασφημίᾳ κέχρηται μετὰ τὴν φυγὴν αὐτοῦ καὶ τὴν καταδίκην ὁ Τιμοκρέων ᾆσμα ποιήσας, οὗ ἐστιν ἀρχή·

  1. Μοῦσα τοῦδε τοῦ μέλεος
  2. κλέος ἀνʼ Ἕλλανας τίθει,
  3. ὡς ἐοικὸς καὶ δίκαιον.
λέγεται δʼ ὁ Τιμοκρέων ἐπὶ μηδισμῷ φυγεῖν συγκαταψηφισαμένου τοῦ Θεμιστοκλέους.

ὡς οὖν ὁ Θεμιστοκλῆς αἰτίαν ἔσχε μηδίζειν, ταῦτʼ ἐποίησεν εἰς αὐτόν·

  1. οὐκ ἄρα Τιμοκρέων μοῦνος Μήδοισιν ὁρκιατομεῖ,
  2. ἀλλʼ ἐντὶ κἆλλοι δὴ πονηροί· οὐκ ἐγὼ μόνα κόλουρις·
  3. ἐντὶ καὶ ἄλλαι ἀλώπεκες.