Comparison of Solon and Publicola

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

τῶν μέντοι πολεμικῶν Σόλωνι μὲν οὐδὲ τὰ πρὸς Μεγαρεῖς Δαΐμαχος ὁ Πλαταιεὺς μεμαρτύρηκεν, ὥσπερ ἡμεῖς διεληλύθαμεν· Ποπλικόλας δὲ τοὺς μεγίστους ἀγῶνας αὐτὸς καὶ μαχόμενος καὶ στρατηγῶν κατώρθωσε, καὶ μὴν ἔτι πρὸς τὰς πολιτικὰς πράξεις ὁ μὲν ἐν παιδιᾶς τινι τρόπῳ καὶ προσποίημα μανίας ἀναλαβὼν, ὑπὲρ Σαλαμῖνος ἐρῶν προῆλθεν·

ὁ δʼ αὐτόθεν ἀναρρίψας τὸν περὶ τῶν μεγίστων κίνδυνον ἐπανέστη τε Ταρκυνίοις καὶ τὴν προδοσίαν ἐφώρασε· καὶ τοῦ κολασθῆναι καὶ μὴ διαφυγεῖν τοὺς πονηροὺς αἰτιώτατος γενόμενος οὐ τὰ σώματα μόνον τῶν τυράννων ἐξέβαλε τῆς πόλεως, ἀλλὰ καὶ τὰς ἐλπίδας ἐξέκοψεν. οὕτω δὲ τοῖς δεχομένοις πράγμασιν ἀγῶνα καὶ θυμὸν καὶ ἀντίταξιν ἐρρωμένως καὶ ἀτενῶς ἀπαντήσας, ἔτι βέλτιον ἐχρήσατο τοῖς ὁμιλίας ἀπολέμου καὶ πειθοῦς

p.574
ὑπεικούσης δεομένοις, Πορσίναν ἄμαχον ἄνδρα καὶ φοβερὸν ἐμμελῶς προσαγαγόμενος καὶ μεταστήσας εἰς φιλίαν.

καίτοι φήσει τις ἐνταῦθα τὸν μὲν Σόλωνα προεμένοις ἀναλαβεῖν Ἀθηναίοις Σαλαμῖνα, τὸν δὲ Ποπλικόλαν ἧς ἐκέκτηντο Ῥωμαῖοι χώρας ἀποστῆναι. δεῖ δὲ πρὸς τοὺς ὑποκειμένους καιροὺς τὰς πράξεις θεωρεῖν. ποικίλος γὰρ ὢν ὁ πολιτικὸς ᾧ τρόπῳ τῶν ὄντων ἕκαστον εὔληπτόν ἐστι μεταχειρίσεται,[*](μεταχειρ́σεται with two Paris MSS., Coraës, and Bekker: μεταχειρίσασθαι. ) καὶ μέρους ἀφέσει πολλάκις ἔσωσε τὸ πᾶν καὶ μικρῶν ἀποστὰς μειζόνων ἔτυχεν,

ὥσπερ ἐκεῖνος ὁ ἀνὴρ τότε τῆς μὲν ἀλλοτρίας χώρας ἀποστὰς ἔσωσε τὴν ἑαυτοῦ βεβαίως ἅπασαν, οἷς δʼ ἦν μέγα τὴν πόλιν διαφυλάξαι προσεκτήσατο τὸ τῶν πολιορκούντων στρατόπεδον, ἐπιτρέψας δὲ τῷ πολεμίῳ δικαστῇ γενέσθαι, καὶ περιγενόμενος τῇ δίκῃ, προσέλαβεν ὅσα δόντας ἀγαπητὸν ἦν νικῆσαι· καὶ γὰρ τὸν πόλεμον διέλυσε καὶ τὴν παρασκευὴν τοῦ πολέμου κατέλιπεν αὐτοῖς διὰ πίστιν ἀρετῆς καὶ καλοκαγαθίας, ἣν ὁ ἄρχων ὑπὲρ ἁπάντων ἐνεποίησεν αὐτῷ.