Comparison of Solon and Publicola

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

χρήματα δʼ ἱμείρω μὲν ἔχειν, φησὶν ὁ Σόλων, ἀδίκως δὲ πεπᾶσθαι οὐκ ἐθέλω, ὡς δίκης ἐπιούσης Ποπλικόλᾳ δʼ ὑπῆρχεν οὐ μόνον μὴ κακῶς πλουτεῖν, ἀλλὰ καὶ καλῶς ἀναλίσκειν εὖ ποιοῦντι τοὺς δεομένους, ὥστʼ εἰ σοφώτατος ἁπάντων ὁ Σόλων, εὐδαιμονέστατος ὁ Ποπλικόλας. ἃ γὰρ εὔξατο τῶν ἀγαθῶν ἐκεῖνος ὡς μέγιστα καὶ

p.568
κάλλιστα, ταῦτα καὶ κτήσασθαι Ποπλικόλᾳ καὶ φυλάξαι χρωμένῳ μέχρι τέλους ὑπῆρξεν.

οὕτω μὲν ὁ Σόλων κεκόσμηκε τὸν Ποπλικόλαν, τὸν Σόλωνα δʼ αὖ πάλιν ἐκεῖνος ἐν τῇ πολιτείᾳ παραδειγμάτων κάλλιστον ἀνδρὶ κοσμοῦντι δημοκρατίαν θέμενος· τῆς μὲν γὰρ ἀρχῆς τὸν ὄγκον ἀφελών εὐμενῆ πᾶσι καὶ ἄλυπον κατέστησε, νόμοις δὲ πολλοῖς ἐχρήσατο τῶν ἐκείνου, καὶ γὰρ ἀρχόντων καταστάσεως κυρίους ἐποίησε τοὺς πολλούς, καὶ τοῖς φεύγουσι δίκην ἐπικαλεῖσθαι τὸν δῆμον, ὥσπερ ὁ Σόλων τοὺς δικαστάς, ἔδωκε. καὶ βουλὴν μὲν ἑτέραν οὐκ ἐποίησεν, ὥσπερ ὁ Σόλων, τὴν δʼ οὖσαν ηὔξησεν ἀριθμῷ μικροῦ διπλασιάσας.

ἥ τε τᾶν ταμιῶν ἐπὶ τοῖς χρήμασι κατάστασις ἐκεῖθεν ἦλθεν, ὅπως ὁ ἄρχων μήτʼ εἰ χρηστός ἐστιν ἀσχολίαν ἔχῃ πρὸς τὰ μείζω, μήτʼ εἰ φαῦλος ἀφορμὰς τοῦ ἀδικεῖν μᾶλλον, καὶ τῶν πράξεων καὶ τῶν χρημάτων κύριος γενόμενος. τὸ δὲ μισοτύραννον ἐν τῷ Ποπλικόλᾳ σφοδρότερον. εἰ γάρ τις ἐπιχειροίη τυραννεῖν, ὁ μὲν ἁλόντι τὴν δίκην ἐπιτίθησιν, ὁ δὲ καὶ πρὸ τῆς κρίσεως ἀνελεῖν δίδωσι.

σεμνυνομένου δὲ τοῦ Σόλωνος ὀρθῶς καὶ δικαίως ὅτι καὶ τῶν πραγμάτων αὐτῷ διδόντων τυραννεῖν καὶ τῶν πολιτῶν οὐκ ἀκουσίως δεχομένων ἀπεῖπεν, οὐχ ἧττον ὑπάρχει καλὸν τῷ Ποπλικόλᾳ τὸ λαβόντα τυραννικὴν ἀρχὴν ποιῆσαι δημοτικωτέραν καὶ μηδʼ οἷς ἐξῆν ἔχοντα χρήσασθαι. καὶ τοῦτο δʼ

p.570
ἔοικε συνιδεῖν πρότερος ὁ Σόλων, ὅτι δῆμος
  1. ὧδʼ ἂν ἄριστα σὺν ἡγεμόνεσσιν ἕποιτο,
  2. μήτε λίην ἀνεθεὶς μήτε πιεζόμενος.