Numa

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐν δὲ σιδαροδέτοις πόρπαξιν αἰθᾶν ἀραχνᾶν ἔργα· καί, εὐρὼς δάμναται ἔγχεά τε λογχωτὰ ξίφεὰ τʼ ἀμφήκεα, χαλκεᾶν δὲ οὐκέτι σαλπίγγων κτύπος, οὐδὲ συλᾶται μελίφρων ὕπνος ἀπὸ βλεφάρων. οὔτε γάρ πόλεμος οὔτε στάσις οὔτε νεωτερισμὸς περὶ πολιτείαν ἱστόρηται Νομᾶ βασιλεύοντος· οὐ μὴν οὐδʼ ἐπʼ αὐτὸν ἐκεῖνον ἔχθρα τις ἢ φθόνος ἢ διʼ ἔρωτα βασιλείας ἐπιβουλὴ καὶ σύστασις ἀνδρῶν,

ἀλλʼ εἴτε φόβος θεῶν προκήδεσθαι δοκούντων τοῦ ἀνδρὸς εἴτε τῆς ἀρετῆς αἰδὼς εἴτε δαιμόνιος[*](δαιμόνιος Bryan’s correction, adopted by Coraës and Bekker: δαίμονος.) τύχη, πάσης κακίας ἄθικτον ἐπʼ ἐκείνου καὶ καθαρὸν διαφυλάττουσα τὸν βίον, ἐναργὲς ἐξήνεγκε παράδειγμα καὶ τεκμήριον τῆς Πλατωνικῆς φωνῆς, ἣν ὕστερον ἐκεῖνος οὐκ ὀλίγοις χρόνοις γενόμενος ἐτόλμησεν ἀφεῖναι περὶ πολιτείας,

ὡς μία κακῶν παῦλα καὶ λύσις ἀνθρώποις ἐστίν, ἔκ τινος τύχης θείας εἰς ταὐτὸ διανοίᾳ φιλοσόφῳ βασιλικὴν συμπεσοῦσαν δύναμιν ἐγκρατῆ καὶ ὑπερδέξιον τῆς κακίας τὴν ἀρετὴν καταστῆσαι. μακάριος μὲν γὰρ αὐτός ὁ σώφρων ὡς

p.376
ἀληθῶς, μακάριοι δὲ οἱ συνήκοοι τῶν ἔκ τοῦ σωφρονοῦντος στόματος ἰόντων λόγων.

τάχα γὰρ οὐδὲ ἀνάγκης τινὸς δεῖ πρὸς τοὺς πολλοὺς οὐδὲ ἀπειλῆς, αὐτοὶ δὲ τὴν ἀρετὴν ἐν εὐδήλῳ παραδείγματι καὶ λαμπρῷ τῷ βίῳ τοῦ ἄρχοντος ὁρῶντες, ἑκουσίως σωφρονοῦσι καὶ συμμετασχηματίζονται πρὸς τὸν ἐν φιλίᾳ καὶ ὁμονοίᾳ τῇ πρὸς αὐτοὺς μετὰ δικαιοσύνης καὶ μετριότητος ἀμύμονα[*](ἀμύμονα MSS. and edd.: ἀκύμονα (waveless, serene), after Wyttenbach.) καὶ μακάριον βίον, ἐν ᾧ τὸ κάλλιστον ἁπάσης πολιτείας τέλος ἐστί, καὶ βασιλικώτατος ἁπάντων ὁ τοῦτον τὸν βίον καὶ ταύτην τὴν διάθεσιν τοῖς ὑπηκόοις ἐνεργάσασθαι δυνάμενος. ταῦτα μὲν οὖν Νομᾶς παντὸς μᾶλλον φαίνεται συνεωρακώς.