Lycurgus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
καὶ τοῦτο ἔπραττον οὐκ ὀλίγον χρόνον, ἀλλʼ ὥστε καὶ παῖδας γενέσθαι ἐνίοις πρὶν ἐς ἡμέραν θεάσασθαι τὰς ἑαυτῶν γυναῖκας, ἡ δὲ τοιαύτη σύνοδος οὐ μόνον ἐγκρατείας καὶ σωφροσύνης ἄσκησις ἦν, ἀλλὰ τοῖς τε σώμασι γονίμους καὶ τῷ φιλεῖν ἀεὶ καινοὺς καὶ προσφάτους ἦγεν ἐπὶ τὴν κοινωνίαν, οὐ διακορεῖς οὐδʼ ἐξιτήλους ταῖς ἀνέδην κοινωνίαις, ἀλλʼ ἀεὶ τι λείψανον καὶ ὑπέκκαυμα πόθου καὶ χάριτος ἐναπολείποντας ἀλλήλοις.
τοσαύτην δὲ τοῖς γάμοις ἐπιστήσας αἰδῶ καὶ
ἐξῆν μὲν γὰρ ἀνδρὶ πρεσβυτέρῳ νέας γυναικός, εἰ δὴ τινα τῶν καλῶν καὶ ἀγαθῶν ἀσπάσαιτο νέων καὶ δοκιμάσειεν, εἰσαγαγεῖν παρʼ αὐτὴν καὶ πλήσαντα γενναίου σπέρματος ἴδιον αὑτοῖς
πρῶτον μὲν γάρ οὐκ ἰδίους ἡγεῖτο τῶν πατέρων τοὺς παῖδας, ἀλλὰ κοινοὺς τῆς πόλεως ὁ Λυκοῦργος, ὅθεν οὐκ ἐκ τῶν τυχόντων, ἀλλʼ ἐκ τῶν ἀρίστων ἐβούλετο γεγονότας εἶναι τοὺς πολίτας. ἔπειτα πολλὴν ἀβελτερίαν καὶ τῦφον ἐνεώρα τοῖς περὶ ταῦτα τῶν ἄλλων νομοθετήμασιν, οἳ κύνας μὲν καὶ ἵππους ὑπὸ τοῖς κρατίστοις τῶν ὀχείων βιβάζουσι χάριτι πείθοντες ἢ μισθῷ τοὺς κυρίους, τὰς δὲ γυναῖκας ἐγκλεισάμενοι φρουροῦσιν, ἐξ αὐτῶν μόνων τίκτειν ἀξιοῦντες, κἂν ἄφρονες ὦσι, κἂν παρήλικες, κἂν νοσώδεις,