Lycurgus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

οἱ δὲ περιϊόντες ᾖδον εἰς αὑτοὺς ᾠδήν τινα πεποιημένην, ὡς δίκαια πάσχοιεν, ὅτι τοῖς νόμοις ἀπειθοῦσι· τιμῆς δὲ καὶ θεραπείας ἣν νέοι πρεσβυτέροις παρεῖχον, ἐστέρηντο. ὅθεν καὶ τὸ πρὸς Δερκυλλίδαν ῥηθὲν οὐδεὶς ἐμέμψατο, καίπερ εὐδόκιμον ὄντα στρατηγόν. ἐπιόντι γὰρ αὐτῷ τῶν νεωτέρων τις ἕδρας οὐχ ὑπεῖξεν, εἰπών, οὐδὲ γὰρ ἐμοὶ σὺ τὸν ὑπείξοντα γεγέννηκας.

ἐγάμουν δὲ διʼ ἁρπαγῆς, οὐ μικρὰς Οὐδὲ ἀώρους πρὸς γάμον, ἀλλὰ καὶ ἀκμαζούσας καὶ πεπείρους. τὴν δὲ ἁρπασθεῖσαν ἡ νυμφεύτρια καλουμένη παραλαβοῦσα, τὴν μὲν κεφαλὴν ἐν χρῷ περιέκειρεν, ἱματίῳ δὲ ἀνδρείῳ καὶ ὑποδήμασιν ἐνσκευάσασα κατέκλινεν ἐπὶ στιβάδα μόνην ἄνευ φωτός. ὁ δὲ νυμφίος οὐ μεθύων Οὐδὲ θρυπτόμενος, ἀλλὰ νήφων, ὥσπερ ἀεί, δεδειπνηκὼς ἐν τοῖς φιδιτίοις, παρεισελθὼν ἔλυε τὴν ζώνην καὶ

p.250
μετήνεγκεν ἀράμενος ἐπὶ τὴν κλίνην.

συνδιατρίψας δὲ χρόνον οὐ πολὺν ἀπῄει κοσμίως ο ὑπὲρ εἰώθει τὸ πρότερον, καθευδήσων μετὰ τῶν ἄλλων νέων. καὶ τὸ λοιπὸν οὕτως ἔπραττε, τοῖς μὲν ἡλικιώταις συνδιημερεύων καὶ συναναπαυόμενος, πρὸς δὲ τὴν νύμφην κρύφα μετʼ εὐλαβείας φοιτῶν, αἰσχυνόμενος καὶ δεδοικὼς μή τις αἴσθοιτο τῶν ἔνδον, ἅμα καὶ τῆς νύμφης ἐπιτεχνωμένης καὶ συνευπορούσης ὅπως ἂν ἐν καιρῷ καὶ λανθάνοντες ἀλλήλοις συμπορεύοιντο.

καὶ τοῦτο ἔπραττον οὐκ ὀλίγον χρόνον, ἀλλʼ ὥστε καὶ παῖδας γενέσθαι ἐνίοις πρὶν ἐς ἡμέραν θεάσασθαι τὰς ἑαυτῶν γυναῖκας, ἡ δὲ τοιαύτη σύνοδος οὐ μόνον ἐγκρατείας καὶ σωφροσύνης ἄσκησις ἦν, ἀλλὰ τοῖς τε σώμασι γονίμους καὶ τῷ φιλεῖν ἀεὶ καινοὺς καὶ προσφάτους ἦγεν ἐπὶ τὴν κοινωνίαν, οὐ διακορεῖς οὐδʼ ἐξιτήλους ταῖς ἀνέδην κοινωνίαις, ἀλλʼ ἀεὶ τι λείψανον καὶ ὑπέκκαυμα πόθου καὶ χάριτος ἐναπολείποντας ἀλλήλοις.

τοσαύτην δὲ τοῖς γάμοις ἐπιστήσας αἰδῶ καὶ

paris.1624.49
τάξιν, οὐδὲν ἧττον ἐξέβαλε τὴν κενὴν καὶ γυναικώδη ζηλοτυπίαν, ἐν καλῷ καταστήσας ὕβριν μὲν καὶ ἀναξίαν πᾶσαν εἴργειν ἀπὸ τοῦ γάμου, παίδων δὲ καὶ τεκνώσεως κοινωνεῖν τοῖς ἀξίοις, καταγελῶντας τῶν ὡς ἄμικτα καὶ ἀκοινώνητα ταῦτα μετιόντων σφαγαῖς καὶ πολέμοις.