Lycurgus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ὁ μὲν οὖν Λυκοῦργος οὐδὲν ἐνδοὺς πρὸς τὸ πάθος, ἀλλὰ στὰς ἐναντίος ἔδειξε τοῖς πολίταις τὸ πρόσωπον ᾑμαγμένον καὶ διεφθαρμένην τὴν ὄψιν αἰδὼς δὲ πολλὴ καὶ κατήφεια τοὺς ἰδόντας ἔσχεν, ὥστε παραδοῦναι τὸν Ἄλκανδρον αὐτῷ καὶ προπέμψαι μέχρι τῆς οἰκίας συναγανακτοῦντας. ὁ δὲ Λυκοῦργος ἐκείνους μὲν ἐπαινέσας ἀφῆκε, τὸν δὲ Ἄλκανδρον εἰσαγαγὼν οἴκαδε κακὸν μὲν οὐδὲν οὔτʼ ἐποίησεν οὔτʼ εἶπεν, ἀπαλλάξας δὲ τοὺς συνήθεις ὑπηρέτας καὶ θεραπευτῆρας ἐκεῖνον ἐκέλευσεν ὑπηρετεῖν.

ὁ δὲ οὐκ ὢν ἀγεννὴς ἐποίει τὸ προσταττόμενον σιωπῇ, καὶ παραμένων ἅμα τῷ Λυκούργῳ καὶ συνδιαιτώμενος ἐν τῷ κατανοεῖν τὴν πρᾳότητα καὶ τὸ ἀπαθὲς αὐτοῦ τῆς ψυχῆς καὶ τὸ περὶ τὴν δίαιταν αὐστηρὸν καὶ τὸ πρὸς τοὺς πόνους

p.236
ἄκαμπτον, αὐτός τε δεινῶς διετέθη περὶ τὸν ἄνδρα, καὶ πρὸς τοὺς συνήθεις καὶ φίλους ἔλεγεν ὡς οὐ σκληρὸς οὐδʼ αὐθάδης ὁ Λυκοῦργος, ἀλλὰ
paris.1624.46
μόνος ἥμερος καὶ πρᾷός ἐστι τοῖς ἄλλοις.

οὕτω μὲν οὖν οὗτος ἐκεκόλαστο καὶ τοιαύτην ὑπεσχήκει δίκην, ἐκ πονηροῦ νέου καὶ αὐθάδους ἐμμελέστατος ἀνὴρ καὶ σωφρονικώτατος γενόμενος, τοῦ δὲ πάθους ὑπόμνημα Λυκοῦργος ἱδρύσατο τῆς Ἀθηνᾶς ἱερόν, ἣν Ὀπτιλῖτιν προσηγόρευσε· τοὺς γὰρ ὀφθαλμοὺς ὀπτίλους οἱ τῇδε Δωριεῖς καλοῦσιν. ἔνιοι μέντοι τὸν Λυκοῦργον, ὧν καὶ Διοσκορίδης ἐστὶν ὁ συντεταγμένος τὴν Λακωνικὴν πολιτείαν, πληγῆναι μέν φασιν, οὐ τυφλωθῆναι δὲ τὸν ὀφθαλμόν, ἀλλὰ καὶ τὸ ἱερὸν τῇ θεῷ τῆς ἀκέσεως χαριστήριον ἱδρύσασθαι. τὸ μέντοι φέρειν βακτηρίαν ἐκκλησιάζοντες οἱ Σπαρτιᾶται μετὰ τὴν συμφορὰν ἐκείνην ἀπέμαθον.

τὰ δὲ συσσίτια Κρῆτες μὲν ἀνδρεῖα, Λακεδαιμόνιοι δὲ φιδίτια προσαγορεύουσιν, εἴτε ὡς φιλίας καὶ φιλοφροσύνης ὑπαρχόντων, ἀντὶ τοῦ λ τὸ δ λαμβάνοντες, εἴτε ὡς πρὸς εὐτέλειαν καὶ φειδὼ συνεθιζόντων. οὐδὲν δὲ κωλύει καὶ τὸν πρῶτον ἔξωθεν ἐπικεῖσθαι φθόγγον, ὥσπερ ἔνιοί φασιν, ἐδιτίων παρὰ τὴν δίαιταν καὶ τὴν ἐδωδὴν λεγομένων.

συνήρχοντο δὲ ἀνὰ πεντεκαίδεκα καὶ βραχεῖ τούτων ἐλάττους ἢ πλείους. ἔφερε δὲ ἕκαστος κατὰ μῆνα τῶν συσσίτων ἀλφίτων μέδιμνον, οἴνου χόας ὀκτώ, τυροῦ πέντε μνᾶς, σύκων ἡμιμναῖα πέντε, πρὸς δὲ τούτοις εἰς ὀψωνίαν μικρόν τι κομιδῇ νομίσματος· ἄλλως δὲ

p.238
καὶ θύσας τις ἀπαρχὴν καὶ θηρεύσας μέρος ἔπεμψεν εἰς τὸ συσσίτιον. ἐξῆν γὰρ οἴκοι δειπνεῖν ὁπότε θύσας τις ἢ κυνηγῶν ὀψίσειε, τοὺς δὲ ἄλλους ἔδει παρεῖναι.

καὶ μέχρι γε πολλοῦ τὰς συσσιτήσεις ἀκριβῶς διεφύλαττον. Ἄγιδος γοῦν τοῦ βασιλέως, ὡς ἐπανῆλθεν ἀπὸ τῆς στρατείας καταπεπολεμηκὼς Ἀθηναίους, βουλομένου παρὰ τῇ γυναικὶ δειπνεῖν καὶ μεταπεμπομένου τὰς μερίδας, οὐκ ἔπεμψαν οἱ πολέμαρχοι, τοῦ δὲ μεθʼ ἡμέραν ὑπʼ ὀργῆς μὴ θύσαντος ἣν ἔδει θυσίαν, ἐζημίωσαν αὐτόν.

εἰς δὲ τὰ συσσίτια καὶ παῖδες ἐφοίτων, ὥσπερ εἰς διδασκαλεῖα σωφροσύνης ἀγόμενοι, καὶ λόγων ἠκροῶντο πολιτικῶν καὶ παιδευτὰς ἐλευθερίας ἑώρων, αὐτοί τε παίζειν εἰθίζοντο καὶ σκώπτειν ἄνευ βωμολοχίας καὶ σκωπτόμενοι μὴ δυσχεραίνειν. σφόδρα γάρ ἐδόκει καὶ τοῦτο Λακωνικὸν εἶναι, σκώμματος ἀνέχεσθαι μὴ φέροντα δὲ ἐξῆν παραιτεῖσθαι, καὶ ὁ σκώπτων ἐπέπαυτο.

τῶν δ̓ εἰσιόντων ἑκάστῳ δείξας ὁ πρεσβύτατος τὰς θύρας, διὰ τούτων φησίν, ἔξω λόγος οὐκ ἐκπορεύεται δοκιμάζεσθαι δὲ τὸν βουλόμενον τοῦ συσσιτίου μετασχεῖν οὕτω φασί. λαβὼν τῶν συσσίτων ἕκαστος ἀπομαγδαλίαν εἰς τὴν χεῖρα, τοῦ διακόνου φέροντος ἀγγεῖον ἐπὶ τῆς κεφαλῆς, ἔβαλλε σιωπῇ καθάπερ ψῆφον, ὁ μὲν δοκιμάζων ἁπλῶς, ὁ δ’ ἐκκρίνων σφόδρα τῇ χειρὶ πιέσας.

ἡ γὰρ πεπιεσμένη τὴν τῆς τετρημένης ἔχει δύναμιν. κἂν μίαν εὕρωσι τοιαύτην, οὐ

p.240
προσδέχονται τὸν ἐπεισιόντα, βουλόμενοι πάντας ἡ δομένους ἀλλήλοις συνεῖναι. τὸν δὲ οὕτως ἀποδοκιμασθέντα κεκαδδίσθαι λέγουσι· κάδδιχος γὰρ καλεῖται τὸ ἀγγεῖον εἰς ὃ τὰς ἀπομαγδαλίας ἐμβάλλουσι, τῶν δὲ ὄψων εὐδοκίμει μάλιστα παρʼ αὐτοῖς ὁ μέλας ζωμός, ὥστε μηδὲ κρεαδίου δεῖσθαι τοὺς πρεσβυτέρους, ἀλλὰ παραχωρεῖν τοῖς νεανίσκοις, αὐτοὺς δὲ τοῦ ζωμοῦ καταχεομένους ἑστιᾶσθαι.

λέγεται δέ τινα τῶν Ποντικῶν βασιλέων ἕνεκα τοῦ ζωμοῦ καὶ πρίασθαι Λακωνικὸν μάγειρον εἶτα γευσάμενον δυσχερᾶναι· καὶ τὸν μάγειρον εἰπεῖν ὦ βασιλεῦ, τοῦτον δεῖ τὸν ζωμὸν ἐν τῷ Εὐρώτᾳ λελουμένους ἐποψᾶσθαι. πιόντες δὲ μετρίως ἀπίασι δίχα λαμπάδος, οὐ γάρ ἔξεστι πρὸς φῶς βαδίζειν, οὔτε ταύτην οὔτε ἄλλην ὁδόν, ὅπως ἐθίζωνται σκότους καὶ νυκτὸς εὐθαρσῶς καὶ ἀδεῶς ὁδεύειν. τὰ μὲν οὖν συσσίτια τοιαύτην ἔχει τάξιν.