Comparison of Theseus and Romulus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

καὶ μὴν τὰ περὶ τὰς ἁρπαγὰς τῶν γυναικῶν ἡμαρτημένα Θησεῖ μὲν εὐσχήμονος ἐνδεᾶ προφάσεως γέγονε. πρῶτον μὲν ὅτι πολλάκις· ἥρπασε γὰρ Ἀριάδνην καὶ Ἀντιόπην καὶ Ἀναξὼ τὴν Τροιζηνίαν, ἐπὶ πάσαις δὲ τὴν Ἑλένην, παρηκμακὼς οὐκ ἀκμάζουσαν, ἀλλὰ νηπίαν καὶ ἄωρον αὐτὸς ὥραν ἔχων ἤδη γάμων πεπαῦσθαι καὶ νομίμων ἔπειτα διὰ τὴν αἰτίαν οὐ γὰρ ἀξιώτεραί γε παιδοποιοὶ τῶν Ἀθήνησιν Ἐρεχθηίδων καὶ Κεκροπίδων αἱ Τροιζηνίων καὶ Λακώνων καὶ Ἀμαζόνων ἀνέγγυοι θυγατέρες ἦσαν.

ἀλλὰ ταῦτα μὲν ὑποψίαν ἔχει πρὸς ὕβριν καὶ καθʼ ἡδονὴν πεπρᾶχθαι. Ῥωμύλος δὲ πρῶτον μὲν ὀκτακοσίων ὀλίγον ἀριθμῷ δεούσας

paris.1624.39
ἁρπάσας, οὐ πάσας, ἀλλὰ μίαν, ὥς φασιν, Ἑρσιλίαν ἔλαβε, τὰς δʼ ἄλλας διένειμε τοῖς ἀγαθοῖς[*](ἀγαθοῖς MSS. and edd.: ἀγάμοις (unmarried)) τῶν πολιτῶν ἔπειτα τῇ μετὰ ταῦτα τιμῇ καὶ ἀγαπήσει καὶ δικαιοσύνῃ τῇ περὶ τὰς γυναῖκας ἀπέδειξε τὴν βίαν ἐκείνην καὶ τὴν
p.198
ἀδικίαν κάλλιστον ἔργον καὶ πολιτικώτατον εἰς κοινωνίαν γενομένην.