Romulus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ὅπερ οὖν οἱ ταραττόμενοι καὶ μετὰ δέους ἢ πρὸς ὀργὴν πράττοντες ὁτιοῦν ἐπιεικῶς πάσχουσι, συνέπεσε παθεῖν τὸν Ἀμούλιον. ἄνδρα γὰρ ἄλλῃ τε χρηστὸν καὶ τοῦ Νομήτορος φίλον ὑπὸ σπουδῆς ἔπεμψε, διαπυθέσθαι τοῦ Νομήτορος κελεύσας, εἴ τις ἥκοι λόγος εἰς αὐτὸν ὑπὲρ τῶν παίδων ὡς περιγενομένων.

ἀφικόμενος οὖν ὁ ἄνθρωπος καὶ θεασάμενος ὅσον οὔπω τὸν Ῥέμον ἐν περιβολαῖς καὶ φιλοφροσύναις τοῦ Νομήτορος, τήν τε πίστιν ἰσχυρὰν ἐποίησε τῆς ἐλπίδος, καὶ παρεκελεύσατο τῶν πραγμάτων ὀξέως ἀντιλαμβάνεσθαι, καὶ συνῆν αὐτοῖς ἤδη καὶ συνέπραττεν. ὁ δὲ καιρὸς οὐδὲ βουλομένοις ὀκνεῖν παρεῖχεν. ὁ γὰρ Ῥωμύλος ἐγγὺς ἦν ἤδη, καὶ πρὸς αὐτὸν ἐξέθεον οὐκ ὀλίγοι τῶν πολιτῶν μίσει καὶ φόβῳ τοῦ Ἀμουλίου.

πολλὴν δὲ καὶ σὺν αὑτῷ δύναμιν ἦγε συλλελοχισμένην εἰς ἑκατοστύας· ἑκάστης δʼ ἀνὴρ ἀφηγεῖτο χόρτου καὶ ὕλης ἀγκαλίδα κοντῷ περικειμένην ἀνέχων· μανίπλα ταύτας Λατῖνοι καλοῦσιν· ἀπʼ ἐκείνου δὲ καὶ νῦν ἐν τοῖς στρατεύμασι τούτους μανιπλαρίους ὀνομάζουσιν. ἅμα δὲ τοῦ μὲν Ῥέμου τοὺς ἐντὸς ἀφιστάντος, τοῦ δὲ Ῥωμύλου προσάγοντος ἔξωθεν, οὔτε πράξας οὐδὲν ὁ τύραννος οὔτε βουλεύσας σωτήριον ἑαυτῷ διὰ τὸ ἀπορεῖν καὶ ταράττεσθαι, καταληφθεὶς ἀπέθανεν.