Romulus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

γενομένης δέ τινος πρὸς τοὺς Νομήτορος βουκόλους τοῖς Ἀμουλίου διαφορᾶς καὶ βοσκημάτων ἐλάσεως, οὐκ ἀνασχόμενοι συγκόπτουσι μὲν αὐτοὺς καὶ τρέπονται, ἀποτέμνονται δὲ τῆς ἀγέλης συχνήν. ἀγανακτοῦντος δὲ τοῦ Νομήτορος ὠλιγώρουν, συνῆγον δὲ καὶ προσεδέχοντο πολλοὺς μὲν ἀπόρους, πολλοὺς δὲ δούλους, θράσους ἀποστατικοῦ καὶ φρονήματος ἀρχὰς ἐνδιδόντες.

τοῦ δὲ Ῥωμύλου πρός τινα θυσίαν ἀποτραπομένου (καὶ γὰρ ἦν φιλοθύτης καὶ μαντικός), οἱ τοῦ Νομήτορος βοτῆρες τῷ Ῥέμῳ μετʼ ὀλίγων βαδίζοντι προστυχόντες ἐμάχοντο, καὶ γενομένων πληγῶν καὶ τραυμάτων ἐν ἀμφοτέροις, ἐκράτησαν οἱ τοῦ Νομήτορος καὶ συνέλαβον ζῶντα τὸν Ῥέμον. ἀναχθέντος οὖν αὐτοῦ πρὸς τὸν Νομήτορα καὶ κατηγορηθέντος, αὐτὸς μὲν οὐκ ἐκόλασε, χαλεπὸν ὄντα δεδιὼς τὸν ἀδελφόν, ἐλθὼν δὲ πρὸς ἐκεῖνον ἐδεῖτο τυχεῖν δίκης, ἀδελφὸς ὢν καὶ καθυβρισμένος ὑπʼ οἰκετῶν ἐκείνου βασιλέως ὄντος.

συναγανακτούντων δὲ τῶν ἐν Ἄλβῃ καὶ δεινὰ πάσχειν οἰομένων τὸν ἄνδρα παρʼ ἀξίαν, κινηθεὶς ὁ Ἀμούλιος αὐτῷ παραδίδωσι τῷ Νομήτορι τὸν Ῥέμον, ὅ τι βούλοιτο χρήσασθαι.

παραλαβὼν δʼ ἐκεῖνος, ὡς ἧκεν οἴκαδε, θαυμάζων μὲν ἀπὸ τοῦ σώματος τὸν νεανίσκον, ὑπερφέροντα μεγέθει καὶ ῥώμῃ πάντας, ἐνορῶν δὲ τῷ προσώπῳ τὸ θαρραλέον καὶ ἰταμὸν τῆς ψυχῆς ἀδούλωτον καὶ ἀπαθὲς ὑπὸ τῶν παρόντων,