Romulus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ὅθεν εἰς ὑποψίαν καὶ διαβολὴν ἐνέπεσε παραλόγως ἀφανισθέντος αὐτοῦ μετʼ ὀλίγον χρόνον. ἠφανίσθη δὲ νώναις Ἰουλίαις ὡς νῦν ὀνομάζουσιν, ὡς δὲ τότε, Κυντιλίαις, οὐδὲν εἰπεῖν βέβαιον οὐδʼ ὁμολογούμενον πυθέσθαι περὶ τῆς τελευτῆς ἀπολιπών, ἀλλʼ ἢ τὸν χρόνον, ὡς προείρηται. δρᾶται γὰρ ἔτι νῦν ὅμοια τῷ τότε πάθει πολλὰ κατὰ τὴν ἡμέραν ἐκείνην.

οὐ δεῖ δὲ θαυμάζειν τὴν ἀσάφειαν, ὅπου Σκηπίωνος Ἀφρικανοῦ μετὰ δεῖπνον οἴκοι τελευτήσαντος οὐκ ἔσχε πίστιν οὐδʼ ἔλεγχον ὁ τρόπος τῆς τελευτῆς, ἀλλʼ οἱ μὲν αὐτομάτως ὄντα φύσει νοσώδη καμεῖν λέγουσιν, οἱ δʼ αὐτὸν ὑφʼ ἑαυτοῦ φαρμάκοις ἀποθανεῖν, οἱ δὲ τοὺς ἐχθροὺς τὴν ἀναπνοὴν ἀπολαβεῖν αὐτοῦ νύκτωρ παρεισπεσόντας.

καίτοι Σκηπίων ἔκειτο νεκρὸς ἐμφανὴς ἰδεῖν πᾶσι, καὶ τὸ σῶμα παρεῖχε πᾶσιν ὁρώμενον ὑποψίαν τινὰ τοῦ πάθους καὶ κατανόησιν· Ῥωμύλου δʼ ἄφνω μεταλλάξαντος οὔτε μέρος ὤφθη σώματος οὔτε λείψανον ἐσθῆτος. ἀλλʼ οἱ μὲν εἴκαζον ἐν τῷ ἱερῷ τοῦ Ἡφαίστου τοὺς βουλευτὰς ἐπαναστάντας αὐτῷ καὶ διαφθείραντας, νείμαντας τὸ σῶμα καὶ μέρος ἕκαστον ἐνθέμενον εἰς τὸν κόλπον ἐξενεγκεῖν·

ἕτεροι δʼ οἴονται μήτʼ ἐν τῷ ἱερῷ τοῦ Ἡφαίστου μήτε μόνων τῶν βουλευτῶν παρόντων γενέσθαι τὸν ἀφανισμόν, ἀλλὰ τυχεῖν μὲν ἔξω περὶ τὸ καλούμενον αἰγὸς [ἢ ζορκὸς] ἕλος ἐκκλησίαν ἄγοντα τὸν Ῥωμύλον, ἄφνω δὲ θαυμαστὰ καὶ κρείττονα λόγου περὶ τὸν ἀέρα πάθη γενέσθαι καὶ μεταβολὰς ἀπίστους· τοῦ μὲν γὰρ ἡλίου τὸ φῶς ἐκλιπεῖν, νύκτα δὲ κατασχεῖν οὐ πρᾳεῖαν οὐδʼ ἥσυχον, ἀλλὰ βροντάς τε δεινὰς καὶ πνοὰς ἀνέμων ζάλην ἐλαυνόντων πανταχόθεν ἔχουσαν·

ἐν δὲ τούτῳ τὸν μὲν πολὺν ὄχλον σκεδασθέντα φυγεῖν, τοὺς δὲ δυνατοὺς συστραφῆναι μετʼ ἀλλήλων· ἐπεὶ δʼ ἔληξεν ἡ ταραχὴ καὶ τὸ φῶς ἐξέλαμψε, καὶ τῶν πολλῶν εἰς ταὐτὸ πάλιν συνερχομένων ζήτησις ἦν τοῦ βασιλέως καὶ πόθος, οὐκ ἐᾶν τοὺς δυνατοὺς ἐξετάζειν οὐδὲ πολυπραγμονεῖν, ἀλλὰ τιμᾶν παρακελεύεσθαι πᾶσι καὶ σέβεσθαι Ῥωμύλον, ὡς ἀνηρπασμένον εἰς θεοὺς καὶ θεὸν εὐμενῆ γενησόμενον αὐτοῖς ἐκ χρηστοῦ βασιλέως.