Romulus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

καὶ τοῦτο μόνον αὐτοῖς ὑπῆρξεν αἴτιον ἐμφανοῦς διαφορᾶς· τὰ δʼ ἄλλα κατακοσμοῦντες ἑαυτούς, ὡς ἔνι μάλιστα κοινῶς ἐχρῶντο καὶ μεθʼ ὁμονοίας τοῖς πράγμασιν. οἱ δὲ τῶν ἀνῃρημένων οἰκεῖοι πάσης ἐξειργόμενοι δίκης νομίμου διὰ τὸν Τάτιον, ἀποκτιννύουσιν αὐτὸν ἐν Λαβινίῳ θύοντα μετὰ Ῥωμύλου προσπεσόντες, τὸν δὲ Ῥωμύλον ὡς δίκαιον ἄνδρα προὔπεμψαν εὐφημοῦντες.

ὁ δὲ τὸ μὲν σῶμα τοῦ Τατίου κομίσας ἐντίμως ἔθαψε, καὶ κεῖται περὶ τὸ καλούμενον Ἀρμιλούστριον ἐν Ἀουεντίνῳ, τῆς δὲ δίκης τοῦ φόνου παντάπασιν ἠμέλησεν. ἔνιοι δὲ τῶν συγγραφέων ἱστοροῦσι, τὴν μὲν πόλιν τῶν Λαυρεντίων φοβηθεῖσαν ἐκδιδόναι τοὺς αὐτόχειρας Τατίου, τὸν δὲ Ῥωμύλον ἀφεῖναι, φήσαντα φόνον φόνῳ λελύσθαι.

τοῦτο δὲ λόγον μέν τινα παρέσχε καὶ ὑποψίαν, ὡς ἀσμένῳ γέγονεν αὐτῷ τὸ τοῦ συνάρχοντος ἀπαλλαγῆναι, τῶν δὲ πραγμάτων οὐδὲν διετάραξεν, οὐδὲ διεστασίασε τοὺς Σαβίνους, ἀλλʼ οἱ μὲν εὐνοίᾳ τῇ πρὸς αὐτόν, οἱ δὲ φόβῳ τῆς δυνάμεως, οἱ δʼ ὡς θεῶν χρώμενον εἰς πᾶν εὐνοίᾳν,[*](χρώμενοι εἰς πᾶσαν εὔνοιαν MSS., Coraës; Bekker corrects to χ ώμενον εἰς πᾶν εὐμενεῖ (because heaven favoured him in all his undertakings.)) θαυμάζοντες διετέλουν.

ἐθαύμαζον δὲ πολλοὶ καὶ τῶν ἐκτὸς ἀνθρώπων τὸν Ῥωμύλον, οἱ δὲ προγενέστεροι Λατῖνοι πέμψαντες αὐτῷ φιλίαν ἐποιήσαντο καὶ συμμαχίαν. Φιδήνας δʼ εἷλεν, ἀστυγείτονα τῆς Ῥώμης πόλιν, ὡς μὲν ἔνιοί φασιν, ἐξαίφνης τοὺς ἱππέας πέμψας καὶ κελεύσας ὑποτεμεῖν τῶν πυλῶν τοὺς στρόφιγγας, εἶτʼ ἐπιφανεὶς αὐτὸς ἀπροσδοκήτως·

ἕτεροι δὲ λέγουσι προτέρους ἐκείνους ἐμβαλόντας ἐλάσασθαί τε λείαν καὶ καθυβρίσαι πολλὰ τὴν χώραν καὶ τὸ προάστειον, ἐνέδρας δὲ τὸν Ῥωμύλον θέμενον αὐτοῖς καὶ διαφθείραντα πολλοὺς λαβεῖν τὴν πόλιν. οὐ μὴν ἀνεῖλεν οὐδὲ κατέσκαψεν, ἀλλὰ Ῥωμαίων ἐποίησεν ἀποικίαν, δισχιλίους καὶ πεντακοσίους ἀποστείλας οἰκήτορας εἰδοῖς Ἀπριλίαις.

ἐκ τούτου λοιμὸς ἐμπίπτει, θανάτους μὲν αἰφνιδίους ἀνθρώποις ἄνευ νόσων ἐπιφέρων, ἁπτόμενος δὲ καὶ καρπῶν ἀφορίαις καὶ θρεμμάτων ἀγονίαις. ὕσθη δὲ καὶ σταγόσιν αἵματος ἡ πόλις, ὥστε πολλὴν προσγενέσθαι τοῖς ἀναγκαίοις πάθεσι δεισιδαιμονίαν. ἐπεὶ δὲ καὶ τοῖς τὸ Λαύρεντον οἰκοῦσιν ὅμοια συνέβαινεν, ἤδη παντάπασιν ἐδόκει τῶν ἐπὶ Τατίῳ συγκεχυμένων δικαίων ἐπί τε τοῖς πρέσβεσι φονευθεῖσι μήνιμα δαιμόνιον ἀμφοτέρας ἐλαύνειν τὰς πόλεις.

ἐκδοθέντων δὲ τῶν φονέων καὶ κολασθέντων παρʼ ἀμφοτέροις, ἐλώφησεν ἐπιδήλως τὰ δεινά, καὶ καθαρμοῖς ὁ Ῥωμύλος ἥγνισε τὰς πόλεις, οὓς ἔτι νῦν ἱστοροῦσιν ἐπὶ τῆς Φερεντίνης πύλης συντελεῖσθαι.

πρὶν δὲ λῆξαι τὸν λοιμόν, ἐπέθεντο Καμέριοι Ῥωμαίοις καὶ κατέδραμον τὴν χώραν, ὡς ἀδυνάτων ἀμύνεσθαι διὰ τὸ πάθος.

εὐθὺς οὖν ὁ Ῥωμύλος ἐστράτευσεν ἐπʼ αὐτούς, καὶ μάχῃ κρατήσας ἑξακισχιλίους ἀπέκτεινε, καὶ τὴν πόλιν ἑλών, τοὺς μὲν ἡμίσεις τῶν περιγενομένων εἰς Ῥώμην ἐξῴκισε, τῶν δʼ ὑπομενόντων διπλασίους ἐκ Ῥώμης μετῴκισεν εἰς τὴν Καμερίαν Σεξτιλίαις καλάνδαις. τοσοῦτον αὐτῷ περιῆν πολιτῶν ἑκκαίδεκα ἔτη σχεδὸν οἰκοῦντι τὴν Ῥώμην. ἐν δὲ τοῖς ἄλλοις λαφύροις καὶ χαλκοῦν ἐκόμισε τέθριππον ἐκ Καμερίας· τοῦτο δὲ ἀνέστησεν ἐν τῷ ἱερῷ τοῦ Ἡφαίστου, ποιησάμενος ἑαυτὸν ὑπὸ Νίκης στεφανούμενον.