Theseus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

τὸν μὲν οὖν ἄλλον χρόνον ἔκρυπτεν Αἴθρα τὴν ἀληθινὴν τοῦ Θησέως γένεσιν· ἦν δὲ λόγος ὑπὸ τοῦ Πιτθέως διαδοθεὶς ὡς ἐκ Ποσειδῶνος τεκνωθείη. Ποσειδῶνα γὰρ Τροιζήνιοι σέβονται διαφερόντως, καὶ θεὸς οὗτός ἐστιν αὐτοῖς πολιοῦχος, ᾧ καὶ καρπῶν ἀπάρχονται καὶ τρίαιναν ἐπίσημον ἔχουσι τοῦ νομίσματος.

ἐπεὶ δὲ μειράκιον ὤν, ἅμα τῇ τοῦ σώματος ῥώμῃ διέφαινεν ἀλκὴν καὶ φρόνημα μετὰ νοῦ καὶ συνέσεως βέβαιον, οὕτως αὐτὸν ἡ Αἴθρα πρὸς τὴν πέτραν προσαγαγοῦσα, καὶ φράσασα περὶ τῆς γενέσεως τἀληθές, ἐκέλευσεν ὑφελεῖν τὰ πατρῷα σύμβολα καὶ πλεῖν εἰς Ἀθήνας.

ὁ δὲ τὴν μὲν πέτραν ὑπέδυ καὶ ῥᾳδίως ἀνέωσε, πλεῖν δὲ ἀπέγνω, καίπερ οὔσης ἀσφαλείας καὶ δεομένων τοῦ τε πάππου καὶ τῆς μητρός. χαλεπὸν γὰρ ἦν πεζῇ πορεύεσθαι τὴν εἰς Ἀθήνας ὁδόν, οὐδὲν μέρος καθαρὸν οὐδὲ ἀκίνδυνον ὑπὸ λῃστῶν καὶ κακούργων ἔχουσαν.

ὁ γὰρ δὴ χρόνος ἐκεῖνος ἤνεγκεν ἀνθρώπους χειρῶν μὲν ἔργοις καὶ ποδῶν τάχεσι καὶ σωμάτων ῥώμαις, ὡς ἔοικεν, ὑπερφυεῖς καὶ ἀκαμάτους, πρὸς οὐδὲν δὲ τῇ φύσει χρωμένους ἐπιεικὲς οὐδὲ ὠφέλιμον, ἀλλʼ ὕβρει τε χαίροντας ὑπερηφάνῳ, καὶ ἀπολαύοντας τῆς δυνάμεως ὠμότητι καὶ πικρίᾳ, καὶ τῷ κρατεῖν τε καὶ βιάζεσθαι καὶ διαφθείρειν τὸ παραπῖπτον, αἰδῶ δὲ καὶ δικαιοσύνην καὶ τὸ ἴσον καὶ τὸ φιλάνθρωπον, ὡς ἀτολμίᾳ τοῦ ἀδικεῖν καὶ φόβῳ τοῦ ἀδικεῖσθαι τοὺς πολλοὺς ἐπαινοῦντας, οὐδὲν οἰομένους προσήκειν τοῖς πλέον ἔχειν δυναμένοις.