Theseus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐχομένων δʼ οὖν τῶν Ἀφιδνῶν καὶ τῶν ἐν ἄστει δεδιότων, ἔπεισε τὸν δῆμον ὁ Μενεσθεὺς δέχεσθαι τῇ πόλει καὶ φιλοφρονεῖσθαι τοὺς Τυνδαρίδας, ὡς μόνῳ Θησεῖ βίας ὑπάρξαντι πολεμοῦντας, τῶν δὲ ἄλλων εὐεργέτας ὄντας ἀνθρώπων καὶ σωτῆρας. ἐμαρτύρει δὲ αὐτῷ καὶ τὰ παρʼ ἐκείνων· οὐδὲν γὰρ ἠξίωσαν ἁπάντων κρατοῦντες ἀλλʼ ἢ μυηθῆναι, μηδὲν ἧττον Ἡρακλέους τῇ πόλει προσήκοντες.

καὶ τοῦτο οὖν ὑπῆρξεν αὐτοῖς, Ἀφίδνου ποιησαμένου παῖδας, ὡς Πύλιος Ἡρακλέα· καὶ τιμὰς ἰσοθέους ἔσχον, Ἄνακες προσαγορευθέντες, ἢ διὰ τὰς γενομένας ἀνοχὰς ἢ διὰ τὴν ἐπιμέλειαν καὶ κηδεμονίαν τοῦ μηδένα κακῶς παθεῖν στρατιᾶς τοσαύτης ἔνδον οὔσης· ἀνακῶς γὰρ ἔχειν τοὺς ἐπιμελομένους ἢ φυλάττοντας ὁτιοῦν· καὶ τοὺς βασιλεῖς ἴσως ἄνακτας διὰ τοῦτο καλοῦσιν. εἰσὶ δὲ οἱ λέγοντες διὰ τὴν τῶν ἀστέρων ἐπιφάνειαν Ἄνακας ὀνομάζεσθαι· τὸ γὰρ ἄνω τοὺς Ἀττικοὺς ἀνεκὰς ὀνομάζειν, καὶ ἀνέκαθεν τὸ ἄνωθεν.

Αἴθραν δὲ τὴν Θησέως μητέρα γενομένην αἰχμάλωτον ἀπαχθῆναι λέγουσιν εἰς Λακεδαίμονα, κἀκεῖθεν εἰς Τροίαν μετὰ Ἑλένης· καὶ μαρτυρεῖν Ὅμηρον, ἕπεσθαι τῇ Ἑλένῃ φάμενον·

  1. Αἴθρην Πιτθῆος θύγατρα Κλυμένην τε βοῶπιν.
Hom. Il. 3.144οἱ δὲ καὶ τοῦτο τὸ ἔπος διαβάλλουσι καὶ τὴν περὶ Μουνύχου μυθολογίαν, ὃν ἐκ Δημοφῶντος Λαοδίκης κρύφα τεκούσης ἐν Ἰλίῳ συνεκθρέψαι τὴν Αἴθραν λέγουσιν.

ἴδιον δέ τινα καὶ παρηλλαγμένον ὅλως λόγον ὁ Ἴστρος ἐν τῇ τρισκαιδεκάτῃ τῶν Ἀττικῶν ἀναφέρει περὶ Αἴθρας, ὡς ἐνίων λεγόντων Ἀλέξανδρον μὲν τὸν Πάριν ἐν Θεσσαλίᾳ[*](τὸν Πάριν ἐν Θεσσαλίᾳ, with Bekker: τὸν ἐν Θεσσαλίᾳ Πάριν.) ὑπʼ Ἀχιλλέως καὶ Πατρόκλου μάχῃ κρατηθῆναι παρὰ τὸν Σπερχειόν, Ἕκτορα δὲ τὴν Τροιζηνίων πόλιν λαβόντα διαρπάσαι καὶ τὴν Αἴθραν ἀπάγειν ἐκεῖ καταλειφθεῖσαν. ἀλλὰ τοῦτο μὲν ἔχει πολλὴν ἀλογίαν.

Ἀϊδωνέως δὲ τοῦ Μολοσσοῦ ξενίζοντος Ἡρακλέα καὶ τῶν περὶ τὸν Θησέα καὶ Πειρίθουν κατὰ τύχην μνησθέντος, ἅ τε πράξοντες ἦλθον καὶ ἃ φωραθέντες ἔπαθον, βαρέας ἤνεγκεν ὁ Ἡρακλῆς, τοῦ μὲν ἀπολωλότος ἀδόξως, τοῦ δὲ ἀπολλυμένου. καὶ περὶ Πειρίθου μὲν οὐδὲν ᾤετο ποιήσειν πλέον ἐγκαλῶν, τὸν δὲ Θησέα παρῃτεῖτο καὶ χάριν ἠξίου ταύτην αὐτῷ δοθῆναι.