Theseus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐνταῦθά φασι καὶ Ἄλυκον πεσεῖν τὸν Σκείρωνος υἱόν, συστρατευόμενον τότε τοῖς Διοσκούροις, ἀφʼ οὗ καὶ τόπον τῆς Μεγαρικῆς Ἄλυκον καλεῖσθαι τοῦ σώματος ἐνταφέντος. Ἡρέας δʼ ὑπὸ Θησέως αὐτοῦ περὶ Ἀφίδνας ἀποθανεῖν τὸν Ἄλυκον ἱστόρηκε, καὶ μαρτύρια ταυτὶ τὰ ἔπη παρέχεται περὶ τοῦ Ἀλύκου·

  1. τὸν ἐν εὐρυχόρῳ ποτʼ Ἀφίδνῃ
  2. μαρνάμενον Θησεὺς Ἑλένης ἕνεκʼ ἠϋκόμοιο κτεῖνεν.
Οὐ μὴν εἰκὸς αὐτοῦ Θησέως παρόντος ἁλῶναι τήν τε μητέρα καὶ τὰς Ἀφίδνας.

ἐχομένων δʼ οὖν τῶν Ἀφιδνῶν καὶ τῶν ἐν ἄστει δεδιότων, ἔπεισε τὸν δῆμον ὁ Μενεσθεὺς δέχεσθαι τῇ πόλει καὶ φιλοφρονεῖσθαι τοὺς Τυνδαρίδας, ὡς μόνῳ Θησεῖ βίας ὑπάρξαντι πολεμοῦντας, τῶν δὲ ἄλλων εὐεργέτας ὄντας ἀνθρώπων καὶ σωτῆρας. ἐμαρτύρει δὲ αὐτῷ καὶ τὰ παρʼ ἐκείνων· οὐδὲν γὰρ ἠξίωσαν ἁπάντων κρατοῦντες ἀλλʼ ἢ μυηθῆναι, μηδὲν ἧττον Ἡρακλέους τῇ πόλει προσήκοντες.

καὶ τοῦτο οὖν ὑπῆρξεν αὐτοῖς, Ἀφίδνου ποιησαμένου παῖδας, ὡς Πύλιος Ἡρακλέα· καὶ τιμὰς ἰσοθέους ἔσχον, Ἄνακες προσαγορευθέντες, ἢ διὰ τὰς γενομένας ἀνοχὰς ἢ διὰ τὴν ἐπιμέλειαν καὶ κηδεμονίαν τοῦ μηδένα κακῶς παθεῖν στρατιᾶς τοσαύτης ἔνδον οὔσης· ἀνακῶς γὰρ ἔχειν τοὺς ἐπιμελομένους ἢ φυλάττοντας ὁτιοῦν· καὶ τοὺς βασιλεῖς ἴσως ἄνακτας διὰ τοῦτο καλοῦσιν. εἰσὶ δὲ οἱ λέγοντες διὰ τὴν τῶν ἀστέρων ἐπιφάνειαν Ἄνακας ὀνομάζεσθαι· τὸ γὰρ ἄνω τοὺς Ἀττικοὺς ἀνεκὰς ὀνομάζειν, καὶ ἀνέκαθεν τὸ ἄνωθεν.

Αἴθραν δὲ τὴν Θησέως μητέρα γενομένην αἰχμάλωτον ἀπαχθῆναι λέγουσιν εἰς Λακεδαίμονα, κἀκεῖθεν εἰς Τροίαν μετὰ Ἑλένης· καὶ μαρτυρεῖν Ὅμηρον, ἕπεσθαι τῇ Ἑλένῃ φάμενον·

  1. Αἴθρην Πιτθῆος θύγατρα Κλυμένην τε βοῶπιν.
Hom. Il. 3.144οἱ δὲ καὶ τοῦτο τὸ ἔπος διαβάλλουσι καὶ τὴν περὶ Μουνύχου μυθολογίαν, ὃν ἐκ Δημοφῶντος Λαοδίκης κρύφα τεκούσης ἐν Ἰλίῳ συνεκθρέψαι τὴν Αἴθραν λέγουσιν.