Theseus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ὥσπερ ἐν ταῖς γεωγραφίαις, ὦ Σόσσιε Σενεκίων, οἱ ἱστορικοὶ τὰ διαφεύγοντα τὴν γνῶσιν αὐτῶν τοῖς ἐσχάτοις μέρεσι τῶν πινάκων πιεζοῦντες, αἰτίας[*](αἰτίας Amyot, Stephanus, Coraës, Sintenis2 with C; Bekker and Sintenis1 have ἐνίοις (explaining some by saying).) παραγράφουσιν ὅτι τὰ δʼ ἐπέκεινα θῖνες ἄνυδροι καὶ θηριώδεις ἢ πηλὸς ἀϊδνὴς ἢ σκυθικὸν κρύος ἢ πέλαγος πεπηγός, οὕτως ἐμοὶ περὶ τὴν τῶν βίων τῶν παραλλήλων γραφήν, τὸν ἐφικτὸν εἰκότι λόγῳ καὶ βάσιμον ἱστορίᾳ πραγμάτων ἐχομένῃ χρόνον διελθόντι, περὶ τῶν ἀνωτέρω καλῶς εἶχεν εἰπεῖν· τὰ δʼ ἐπέκεινα τερατώδη καὶ τραγικὰ ποιηταὶ καὶ μυθογράφοι νέμονται, καὶ οὐκέτʼ ἔχει πίστιν οὐδὲ σαφήνειαν.