Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἤθη φυλάσσεις, κοὐ καταισχύνασʼ ἔχεις
  2. τοὺς σοὺς παλαιούς, ἐκγόνους αὐτόχθονας.
  3. ἕλχʼ ἕλκε πρὸς μέλαθρα καὶ κόμιζέ με.
  4. αἰπεινά τοι μαντεῖα· τοῦ γήρως δέ μοι
  5. συνεκπονοῦσα κῶλον ἰατρὸς γενοῦ.
Κρέουσα
  1. ἕπου νυν· ἴχνος δʼ ἐκφύλασσʼ ὅπου τίθης.
Πρεσβύτης
  1. ἰδού.
  2. τὸ τοῦ ποδὸς μὲν βραδύ, τὸ τοῦ δὲ νοῦ ταχύ.
Κρέουσα
  1. βάκτρῳ δʼ ἐρείδου περιφερῆ στίβον χθονός.
Πρεσβύτης
  1. καὶ τοῦτο τυφλόν, ὅταν ἐγὼ βλέπω βραχύ.
Κρέουσα
  1. ὀρθῶς ἔλεξας· ἀλλὰ μὴ παρῇς κόπῳ.
Πρεσβύτης
  1. οὔκουν ἑκών γε· τοῦ δʼ ἀπόντος οὐ κρατῶ.
Κρέουσα
  1. γυναῖκες, ἱστῶν τῶν ἐμῶν καὶ κερκίδος
  2. δούλευμα πιστόν, τίνα τύχην λαβὼν πόσις
  3. βέβηκε παίδων, ὧνπερ οὕνεχʼ ἥκομεν;
  4. σημήνατʼ· εἰ γὰρ ἀγαθά μοι μηνύσετε,
  5. οὐκ εἰς ἀπίστους δεσπότας βαλεῖς χάριν.
Χορός
  1. ἰὼ δαῖμον.
Πρεσβύτης
  1. τὸ φροίμιον μὲν τῶν λόγων οὐκ εὐτυχές.
Χορός
  1. ἰὼ τλᾶμον.